γὰρ ἐν τοῖς περὶ οὐσίας λόγοις τὴν ἄτομον οὐσίαν κατὰ τὴν ἑαυτῆς μεταβολὴν ἔλεγε δέχισθαι τὰ ἐναντία, εἰκότως διαιρεῖται τὴν μεταβολήν. καὶ εἴδη δὲ κοινότερα εἴπεν. οὐγὰρ δοκεῖ αὐτῶ γενος εἶναι ἡ μεταβολη, ἣν διαιρεῖ ἐν τῶ πέμπτω τῆς φυσικῆς ἀκρο-άσεως, εἴς τε γένεσιν καὶ φθοραν, καὶ εἰς τὰς ἄλλὰς μεταβολὰς, ἃς κινήσεις καλεῖ.αὕξησιν. μείωσιν. ἀλλοίωσιν. καὶ τὴν κατὰ τόπον μεταβολην. ἀλλὰ τίς μὲν ἡ οὐσία τῆς κινήσεως, καὶ τίς ὁ ὅρος αὐτῆς. καὶ εἰ γένος ἐστὶν, ἢ οὔ. καὶ τὰ ἄλλα περὶ αὐτῆςἀκριβῆ θε ωρήματα ἐν ἄλλοις ἐξήτασται, τῆς φυσικῆς ὄντα πραγματείας οἰκεῖα.διαιρέσεις δὲ τινὰς αὐτῆς παραδέδωκεν. ὥσπερ εἴωθεν ἐν ταῖς εἰσαγωγαῖς γίνεσθαικαὶ ταύτας ἐπισκεπτέον. τοσοῦτον προσειποῦσιν ὡς νῦν περὶ κινήσεως, οὐνοέρας ἢἰκῆς ὁ λόγος, ἀλλὰ τῆς φυσικῆς καὶ σωματικῆς. ἐπεὶ οὖν τὸ κινούμενον ὡς σῶ-μα τοῦ ἐνω ἣν πρότερον ἐξίσταται. ἐξίσταται δὲ τὰ μὲν, κατ' οὐσίαν. τὰ δὲ, κατὰποσότητα. τὰ δὲ, κατὰ ποιότητα. τὰ δὲ, κατὰ τόπον ποιούμενα τὴν μεταβο-λὴν. κοινῶς πανταχοῦ τοῦ μεταβάλλειν θεωρουμένου, τέσσαρες γίνονται δια-φοραί. ὧν τινες διπλαῖ. ἡ μὲν γὰρ κατ' οὐσίαν, γένεσις ἐστὶ καὶ φθορά. ἡ δὲ κατὰ ποσότητα, αὕξησις καὶ μείωσις. ἡ δὲ κατὰ ποιότητα, ἀλλοίωσις. ἡ δὲ κατὰ τόπον,φορά. διαιρουμένη καὶ αὐτὴ εἰς τὴν κύκλω καὶ τὴν ἐπ' εὐθείας, καὶ τὴν μικτὴν. εἴ-καλεῖ δὲ ὁ νικόστρατος, ὅτι ἐν μὲν τῆ φυσικῆ ἀκροάσει, τὴν γένεσιν καὶ τὴν φθορανοὐ βούλεται εἶναικινήσεις. ἐνταῦθα δὲ καὶ αὐτὸς μικτὰς κινήσεις συγκαταριθ-μεῖ. καί τοι ῥάδιον ἦν συνορᾶν. ὅτι πρῶτον μὲν εἰκὸς ἦν κοινῶς ἐνταῦθα τῶ ὀνόμα-τ χρήσασθαι τῆς κινήσεως, ἀντὶ τῆς μεταβολῆς. ἐπεὶ ταὐτὸ ἐνταῦθα ὡς ἐν εἰσάγω-γη κατὰ τὴν κεκρατηκυῖαν συνήθειαν ἐχρήσατο τῶ ὀνόματι. ὕστερὸν δὲ ἐντηφυσι-κῆ ἀκροάσει προηγούμενον περὶ τούτου ποιούμενος λόγον, τὸ ἀρέσκὸν ἑαυτῶ δοκιμάζει, τὰ γινόμενα καὶ φθειρόμενα μὴ ἀξιῶν λέγειν κινεῖσθαι. διό τι ἡ κίνησις τῶν ὑφε-στηκότων ἐστὶ. μεταβάλλει δὲ καὶ ταῦτα καὶ ἐκεῖνα. διὸ κοίνην ἔθετο τὴν μεταβοληνἐκεῖ. καὶ τὴν γένεσιν καὶ φθορᾶν, οὐκ έτι κινήσεις, ἀλλὰ μεταβολὰς ἀφωρίσατο. Ιστέ-ον δὲ ὅτι δημόκριτος ἀρχὰς τῶν ὄντων τὰς ἀτόμους ὑποθέμενος, μόνην τὴν κατὰ τόπονεἰσἡ γεκίνησιν. καὶ γὰρ τὰ ἀλλοιούμενα, κατὰ τόπον ἡ γεῖτο κινεῖσθαι. λανθάνει δὲ, ἐν τῶμὴ ὅλα τὰ μέρητόπον ἀμείβειν, ἀλλὰ τινὰ ἀφανῆ ἡμῖν ὄντα. διὸ μόνα δοκεῖ κατὰτόπον κινεῖσθαι τὰ αἰσθητὰ συγκρίματα μεταβάντατόπον ἐκτόπου. ἢ ὅλα ὁμοῦ.ἢ ὧν ἂν μέρη αἰσθητὰ μέρος κινηται τοὺς ἀλλήλων μεταλαμβάνοντα τόπους, ὡςτὰ ἡμικυκλίου καὶ τῆς σφαίρας μέρη, ὅταν περὶ ἄξονα ἡστροφη γίνηται. πλάτων δὲ συνι-δὼν ὅτι πολλὰ τῶν κινουμένων οὐ κτὰ τόπον κινεῖται, ὡς τὰ θερμαινόμενα καὶ λευκαὶνόμενα, δεύτερον εἰσήγαγε τὴν ἀλλοίωσιν, ὡς ἑτέραντῆς κατὰ τόπον. καὶ μῆτε κατὰ ἀντιμε-τάστασιν μερῶν, μήτε κατὰ τὴν τῶν ὅλων ἔκστασιν γινομένων. ἀριστοτέλης δὲ καὶ τὴν κατὰ τόπον προσεθηκεν. ὡς μὲν ἀξιοῦσι τινὲς μικτὴν οὖσαν ἐξ ἀλλοιώσεως καὶ φθορᾶς. μᾶλλον δὲ ἁπληοὖσαν. τῆς γὰρ ἀλλοιώσεως, διαφέρει ὅσον τὸ ποσὸν τοῦ ποιοῦ διενήνοχε. τῆς δὲ φθο-ρᾶς, ὅτι οὐκ ἀπολείπει τοπον ὡς τὰ φερόμενα. εἰ δὲ ἐπιλαμβάνει τόπον πλείω, τοῦἐξ ἀρχῆς τὸ αὐξόμενον, ἢ ἀπολείπει τὸ μειούμενον, ἢ ἐπὶ λήψις καὶ ἀπόληψιςφ β
Einzelbild herunterladen
verfügbare Breiten