Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

ὕστερον. τὰ δὲ κατὰ χρόνον, πρότερα. ἐπὶ μὲν τῶν γενομένων, τὰ πορῥώτερον ὄντα τοῦ νῦν. ἐπὶ δὲ τῶν ἐσομένων, τὰ ἐγγύτερον. οὕτω γὰρ τὰ μὲν τρωίκὰ, τῶν μηδι-κῶν γεγόνε. τὰ δὲ νέμεα, τῶν πυθίων πρῶτα γενήσεται. τῶ νῦν ὡς ἀρχῆ χρησα-μένων ἡμῶν. τὰ δὲ, κατὰ κίνησιν. τὸ γὰρ ἐγγύτερον τοῦ πρώτου κινήσαντος πρότε-ρον. οἷον, παις ἀνδρός. ἀρχὴ δὲ καὶ αὐτὴ τίς ἁπλῶς. τὸ δὲ, κατὰ δύναμιν. τὸ γὰρ ἄρχον τῆδυνάμει καὶ τὸ δυνατώτερον, πρότερον. τοιοῦτον δέ ἐστιν, οὐ κατὰ τὴν προαίρεσιν ἀνάγκηθάτερον καὶ τὸ ὕστερον ἀκολουθεῖν. ὥστε κινοῦντος μὲν ἐκείνου, κινεῖσθαι. μὴ κι-νοῦντος δὲ, μὴ κινεῖσθαι. ἀρχὴ γὰρ καὶ προαίρεσις. τὰ δὲ, κατὰ τὴν τάξιν. ταῦτα δὲἐστιν, ὅσα πρὸς τὸ ἓν ὡρισμένον διέστηκε κατὰ τὸν λόγον. οἷον παραστάτης τριτοστάτουπρότερος. καὶ ἡ παρανήτη, νήτης. καὶ γὰρ ὅπου μὲν, ὁ κορυφαῖος. ἔνθα δὲ, ἡ μέση ἀρχή.ταῦτα μὲν οὖν πρότερα τοῦτον λέγεται τὸν τρόπον. ἄλλον δὲ τρόπον, τὸ τῆ γνώσει.πρότερον, ὡς καὶ ἁπλῶς πρότερον. τούτων δὲ ἄλλως μὲν κατὰ τὸν λόγον, ἄλλωςδὲ κατὰ τὴν αίθησιν. κατὰ μὲν γὰρ τὸν λόγον, τὰ καθόλου πρότερα. κατὰ δὲ τὴναἴσθησιν, τὰ καθέκαστα. ἔτι πρότερα λέγεται τὰ τῶν προτέρων πάθη. οἷον εὐθύ-τῆς, λειότητι πρότερον. ἐπειδὴ τὸ μὲν, γραμμῆς ἐστι πάθος. τὸ δὲ, ἐπιφανείας. λέ-γεται δὲ πρότερον καὶ κατὰ φύσιν καὶ οὐσίαν, ὅσα αὐτὰ μὲν ἐνδέχεται ἄνευ ἄλλων εἶναι. ἐκεῖνα δέ, ἄνευ τούτων μὴ ἐν δέχεται. ὧ τρόπω καὶ ὁ πλάτων ἐχρήσατοκαὶ αὐτὸς ἐνταῦθα. οὕτω μὲν οὖν ἐκεῖ τοὺς τοῦ προτέρου καὶ ὑστέρου τρόπους ἀπηριθμήσατο.καὶ δηλονότι περιέχονται ἐν τούτοις οἱ ἐν ταῖς κατηγορίαις εἰρημένοι. ὁ μὲν κατὰχρόνον, καὶ ὁ κατὰ τάξιν, καὶ ὁ κατὰ δύναμιν, ἐν τῶ πρώτω. τὰ δὲ κατὰ φύσιν καὶ αἰτίαν,ἐν τῶ ἐσχάτω. οἱ μέντοι πάν τε τρόποι οἱ ἐν ταῖς κατηγορίαις ἀναχθήσονται εἰς τὰ ἀνωτάτω γένηοὕτως. ὁ μὲν κατὰ χρόνον, εἰς τὴν ποτε κατηγορίαν. ὁ δὲ κατὰ φύσιν, καὶτὸ συναναιρεῖν μὲν, μὴ συναναιρεῖσθαι δὲ. καὶ ὁ κατὰ δύναμιν καὶ ὁ κατὰ αἰτίαν, ὑπὸ τὰπρός τι. ὁ δὲ κατὰ τάξιν, ὑπὸ τὸ κεῖσθαι. δῆλον δὲ ὅτι καὶ τὸ ὕστερον ἐν ταῖς αὐταῖς ἔσταικατηγορίαις, ἐναις καὶ τὸ πρότερον. καὶ στράτων δὲ ὁ λαμψακήνος ἐν τῆ περὶ τοῦ προτεροκαὶ ὑστέρου μονοβίβλω, πολλοὺς ἀπηριθμησατο τρόπους. οὗς νομίζω δυνατον εἶναιὑπὸ τοὺς πάντε τοὺς ἐνταῦθα λεγομένους ἀναγαγεῖν. οἷον μερισμὸν ἐκείνων ὄντας.ὑπὸ μὲν γὰρ τὸ τῶ χρόνω πρότεροντα χθήσεται, τὸ ἀτελὲς τοῦ τελείου λέγομενον, δι-ὅτι ἔσχατον ἐν πᾶσι τὸ τέλος. τὸ δὲ αὐτὸ καὶ ὑπὸ τὴν τάξιν, ἔτι δὲ ὑπ' ἄμφω ταῦτα.καὶ ὁ τῆ ἀξία καὶ δυνάμει, καὶ τῆ φύσει προτερόν ἐστιν, οὗ ἐπιστήμη πρότερον. οἷον μο-νάδος, ἢ δυάδος. καὶ πλήθους, ἢ ἀρτίου καὶ περιττοῦ. ταῦτα γὰρ οὐδὲ ἀντιστρέφει κατὰτὴν τοῦ εἶναι ἀκολούθησιν, ὥσπερ οὐδὲ ἡ ἐπιστήμη αὐτῶν. πρῶτον δὲ καὶ τῶ χρόνω,καὶ τῆ ἀξία. ὧν τὸ ἔργον πρότερον. οἷον τὸ ἀγαθὸν, τοῦ κακοῦ. τὸ μὲν γὰρ, σωτηρίας. τὸδέ, φθορας αἴτιον. πρῶτον δε τὸ εἶναι τοῦ φθείρεσθαι καὶ χρόνω καὶ ἀξία. πρῶτενδὲ τῆ φύσει ὡς μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολουθησιν, ὅπερ δυνατὴν εἶναι θατεροὸ-μὴ ὄντος ὡς τόπος σώματος, καὶ σῶμα χρώματος. ὁμοίως δὲ καὶ εἰθάτερον ἐνθατέρω πέφυκεγίνεσθαι, οἷν οὐσία ποιοῦ καὶ ποσου, οὕτως δὲ καὶ τὸ κατὰ φύσιν πρότερον τοῦ παράφύσιν.