πρῶτον τεθή. τὸ δὲ, ἀπ' ἐκείνε. ὡς τὸ ζῶον, τό, τε ἔμψυχον καὶ τὸ γεγραμένον. ἀλλὰ τὸ μὲν,κυριώτατα ζῶον. τὸ δὲ, καθ' ὁμοιότητα ἐκείνου δευτέρως. ὁμώνυμα δὲ ἄμφω. δεύ-τερον δὲ ζήτητέον, διὰ τί τὸ κατὰ χρόνον κυριώτατόν ἐστι τοῦ προτέρου σημαινό-μένον. ἢ ὅτι ἀπὸ τῶν κατὰ χρόνον προτέρων, καὶ τὰ ἄλλὰ τὰ πρότερα εἰρῆσθαι δο-κεῖ. καὶ τῆ συνηθεία δὲ τοῦτο τὸ σημαινομενόν ἐστι γνωριμώτερον. ἐπεὶ πρότεροςγενοίμην φησιν ὁμηρος. δεύτερον δὲ τρόπον τοῦ προτερουφησι, τὸ μὴ ἀντιστρέφεινκατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, ὅταν ἄλλω μὲν τεθέντι, αὐτὸ ἕπηται. αὐτῶ δὲτεθέντι, τὸ ἄλλο μὴ ἕπηται. ὡς δυεῖν μὲν ὄντων, ἓν πάντως ἐστὶν. ἑνὸς δὲ ὄντος, οὐκἀνάγκη δύο εἶναι. ἀφ' οὐ οὖν οὐχ ἕπεται ἡ ἀκολούθησις, πρότερον ἐκεῖνο. καὶ τῶτεθέντι ἕπεται τὸ ἕτερον, ὕστερον ἐκεῖνο. καλεῖν δὲ εἰώθασιν οἱ νεώτεροι τὸ τοιοῦτονπρότερον συνεπιφερόμενον μὲν, μὴ συνέπιφέρον δὲ. καὶ συναναιροῦν μὲν, μὴ συνα-ναιρούμενον δὲ. ἅπερ ἀριστοτέλης συνέλαβεν ἐν τῶ ἄντιστρέφειν κατὰ τὴν τοῦ εἶ-ναι ἀκολούθησιν. οὐκ ἀντιστρέφειν δὲ εἴπε, διό τι οὐχ ὥσπερ ὄντων τῶν δύο ἐστὶ τὸἐν, οὕτως ὄντος τοῦ ἑνός ἐστι τὰ δύο. οὐκ ἐξισάζει οὖν τὸ ἓν πρὸς τὰ δύο, κατὰ τὸ ἀκὸλουθον τῶ εἶναι τοῦ ἑνὸς, τὸ εἶναι τῶν δύο. ὥσπερ ἠκολούθει τῶ εἶναι τῶν δύο, τὸεἶναι τοῦ ἑνὸς. πρότερον οὖν τὸ μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν.οὕτως δὲ καὶ τὸ γενος πρότερον δείκνυται τῆ φύσει τοῦ εἴδους, ὡς συναναιροῦν μὲν,μὴ συναναιρούμενον δὲ. καὶ συνεπιφερόμενον μὲν, μὴ συνεπιφέρον δέ. ζώου μὲνγὰρ ἀναιρεθέντος, συναναιρεῖται ὁ ἄνθρωπος. ἀνθρώπου δὲ ἀναιρεθέντος, οὐ συνα-ναιρεῖται τὸ ζῶον. καὶ κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, οὔτε συνυπάρχει, οὔτε συνε-ἐπιφέρεται τῶ ζώω ὁ ἄνθρωπος, ὥσπερ τῶ ἀνθρώπω τὸ ζῶον. ἀλλὰ δια τί μὴ εἴπετερον εἶναι τὸ γένος τοῦ εἴδους, καὶ τὸ εἶδος τοῦ ἀτόμου, καὶ τὸαἰτιὸν τοῦ αἰτι-ατοῦ. ἢ κοινότεραν ἐποιήσατο ἀπόδοσιν καὶ τῶ γένει καὶ τῶ εἴδει προσήκουσαν. καὶἔτι τίσιν αἰτίοις τοῖς φύσει προηγουμένοις τῶν αἰτιατῶν, ὡς καὶ τὸ ἐν αἰτιον τῶνδύο. Τρίτον δὲ τρόπον τοῦ προτέρου, τὸν κατὰ τὴν τάξιν ἀπαριθμεῖται, καὶ πιστοῦ-ται τοῦτον, ἔκτε τῶν ἀποδεικτικῶν ἐπιστημῶν, οἷον ἐπὶ γεωμετρίας. πρότεροι γὰρἐν αὐτῆ τῶν διὰ γραμμάτων οἱ ὅροι, καὶ τὰ ἀξιώματα καὶ τὰ αἰτήματα καὶ αἱ ὑπο-θέσεις ὡς τῆ τάξει προτεύοντα. καὶ ἐπὶ τῆς γραμματικῆς, πρότερά ἐστι τὰ στοιχεῖατῶν συλλαβῶν ὁμοίως τῆ τάξει. καὶ ἐπὶ τοῦ λόγου δὲ τοῦ δικανικοῦ καὶ δημηγορικοῦτὸ αὐτὸ δείκνυται. τὰ γὰρ προοίμια, τῶν διηγήσεων πρότερα. καὶ αἱ διηγήσεις, τῶν πι-στεων. καὶ μήποτε τοῦτο κυρίως τὸ παράδει γμα κατὰ μόνην τὴν τάξιν πρότερον ἐνδείκνυται. ἐπὶ μὲν γὰρ τῶν ἄλλων, καὶ ὡς αἰτια πρότερα ἦν. ἐνταῦθα δὲ τὸ προοιμιον,οὐκ ἔστιν αἰτιον τῆς διηγήσεως, ἀλλὰ τῆ τάξει μόνη προ ὑπάρχει. Τέταρτον τίθησι τοῦπροτέρου τρόπον, καθ' ὃν τὸ βέλτιον καὶ τίμιώτερον πρότερον εἶναι καὶ δυνάμει καὶ ὑπεροχὴ λέγομεν. ὥσπερ τὰ θεῖα τῶν θνητῶν, οὕτω καὶ ἐν ταῖς πόλεσι καὶ ἐν τοῖς φίλοις οἱτι-μιώτεροι πρότεροι λέγονται. τοῦτον δὲ τοῦ τρόπον, ἀλλοτριώτατον εἶναι φησν τῆς κατὰ τὸπρῶτον σημασίας. οὐχ ὅτι οὐκ ἔστι πρῶτα τῶ ὄντι τῆ φύσει τὰ βέλτιστα καὶ τιμώτερα,
Einzelbild herunterladen
verfügbare Breiten