Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

λοντα χρόνον ἀντιφάσεων, οἱ μὲν στωϊκοὶ, τὰ αὐτὰ δοκιμάζουσιν, ἅπερ καὶ ἐπὶτῶν ἄλλων. ὡς γὰρ τὰ περὶ τῶν παρόντων καὶ παρεληλυθότων ἀντικείμενα, οὕτωςκαὶ τὰ μέλοντα αὐτάτε φασὶ, καὶ τὰ μόρια αὐτῶν. ἢ γὰρ τὸ ἔσται ἀληθές ἐστιν,ἢ τὸ οὐκ ἔσται, εἰδεῖ ἤτοι ψευδῆ ἢ ἀληθῆ εἶναι. ὡρίσθαι γὰρ κατ' αὐτὰ τὰ μέλοντα.καὶ εἰ μὲν ἔστι ναυμαχία αὔριον, ἀληθὲς εἰπεῖν ὅτι ἔσται. εἰ δὲ μὴ, ἔσται ψεῦδος τὸεἰπεῖν ὅτι ἔσται. ἤτοι ἔσται ἢ οὐκ ἔσται. ἤτοι ἄρα ἀληθὲς ἢ ψεῦδος θάτερον. οἱ μέντοι περιπατητικοὶ, τὴν μὲν ἀντίφασιν τὴν εἰς τὸ μέλον, ἀληθῆ ἢ ψευδῆ εἶναι λέ-γουσι. πότερον δὲ ἔσται μόριον αὐτῶν ἀληθὲς, καὶ πότερον ψεῦδος, ἄληπτον εἶ-ναι τῆ φύσει καὶ ἄστατον. τὴν μὲν γὰρ ἀντίφασιν ἐφ' ο ὑτινοσοῦν χρόνου, οὐ κωλύειλέγεσθαι τὸ ἥ ἔσται ἢ οὐκ ἔσται. τῶν δ' ἐμπεριεχομένων ἐν αὐτῆ μορίων, ἑκάτερον.οἷον, τὸ ἔσται ἢ οὐκ ἔσται ἀφωρισμένως. ἐπὶ μὲν τοῦ παρόντος καὶ παρεληλυθοτοςχρόνου, ἤδη ἐστὶν ἀληθ' ἡ ἢ ψευδῆ. ὅσα δὲ περὶ τοῦ μέλον τὸς ἀποφαίνεται, ἤδη μὲν οὐκἐστιν ἢ ἀληθη ἡ ψευδῆ. ἔσται δὲ, ἢ τοῖα. ἢ τοῖα. ταῦτα μὲν οὖν ἀρκείτω πρὸς τὸν νικό-στρατον. συμπληρωθέντος δὲ παρὰ τοῦ ἀριστοτέλους περὶ τῆς τῶν ἀντικειμένων δι-αφορᾶς λόγου, καλῶς ἂν ἔχοι καὶ τὰ ἀρχύτου περὶ αὐτοῦ, ἐν τῶ περὶ ἀντικειμέ-νων βιβλίω ἀρχέτυπα τῶν εἰρημένων ὄντα παραγεγράφθαι. καὶ μάλιστα ὅτι οὐδὲ ὁ θεῖος ἰάμβλιχος ἀπὸ τούτου τοῦ βιβλίου τί τοῖς ὑπομνήμασιν ἐνέταξε. καὶἴσως οὐκ ἡλθεν εἰς αὐτὸν. οὐ γὰρ ἂν αὐτὸ παρῆκεν, ὁ τὸ τοῦ ἀριστοτέλους περὶ ἀντι-κειμένων βιβλίον ἐπισκεψάμενος. ἔχει δὲ οὕτως. καὶ κατὰ νόμον καὶ κατὰ φύσιν ἀντικεῖσθαιἀλλήλοις λέγεται. τὰ μὲν, ὡς ἐναντία. οἷον, ἀγαθὸν, κακῶ. καὶ ὑγιὲς, κάμνοντι. καὶ ἀληθὲς,ψεύδει. τὰ δὲ, ὡς ἕξις στερήσει. οἷον ζωα, θάνάτω. καὶ ὄψις, τυφλότητι. καὶ ἐπιστήμα,λάθα. τὰ δὲ, ὡς πρός τίπως ἔχοντα. οἷον, διπλάσιον, ἡμίσει. ἄρχον, ἀρχομένω.καὶ δεσπόζον, δε σποζομένω. τὰ δὲ, ὡς κατάφασις, καὶ ἀπόφασις. οἷον, τὸ ἄνθρωπονἡ μὲν, τῶ μὴ ἡμεν. καὶ τὸ σπουδαίον ἡμεν, τῶ μὴ ἡ μὲν. ἐκθέμενος οὕτως τὰς τέσσαραςἀντιθέσεις, ἐπάγει ταῦτα περὶ τῆς διαφορᾶς αὐτῶν. Αιαφέροντι δὲ ταῦτα ἀλλάἥλων. ὅτι τὰ μὲν ἐναντία, οὐκ ἀνάγκα ἅμαγίνεσθαι, οὐ δ αμαφθείρεσθαι. ὑγίειαγὰρ, νόσω ἐναντίον. καὶ ἀρεμία, κινήσει. ἀλλ' οὔτε ὑγεία νόσω συνυπάρχει, οὔτε ἀρε-μία κινήσει. οὐδεμᾶν ἅμαγίνεται. οὐδὲ μᾶν ἅμα φθείρεται ἑκάτερον αὐτῶν. ἕξις δὲγενέσιος καὶ στέρησις διαφέροντι τούτω. ὅτι τὰ μὲν ἐναντία μεταβάλλειν πέφυκεν εἰςἄλληλα. οἷον, τὸ ὑγιές ἐς τὸ κάμνον. καὶ τὸ κάμνον ἐς τὸ ὑγιές. καὶ τὸ ὀξὺ ἐστὸ βαρύ. καὶ τὸβαρύ, ἐστὸ ὀξύ. ἕξις δὲ καὶ στέρησις οὐκέτι. ἀλλ' ἕξις ἔρχεται μὲν ἐς τὰν στέρασιν. στέρησις δὲοὐκ ἔρχεται ἐστὰν ἕξιν. τὸ μὲν γρ ζῶον, θνάσκει. τὸ δὲ γε θνάσκον, οὐδὲ ποκὰ ζήσει. ὅλως δὲἕξις μὲν ἐν τὶ συνοχὰ τῶ κατὰ φύσιν. στέρησις δὲ, ἔκλειψις τῶ κατὰ φύσιν. τὰ δὲ πρός τι, ἅμαἀνάγκα καὶ γίνεσθαι καὶ φθειρεσθαι. ἀδύνατον γὰρ διπλάσιον μὲν ἡμὲν, ἡμίσεον δὲ μή. καὶἡμίσεον μὲν ἡμὲν, διπλάσιον δὲ μή. καὶ αἰκά τὶ γένηται διπλάσιον, ἅμα καὶ ἡμίσεον γίνται.καὶ αἰκα τί φθείρεται διπλάσιον, ἅμα καὶ ἡμίσεον φθείρεται. κατάφασις δὲ καὶ ἀπόφασις καὶλόγος, εἴδεα καὶ μᾶλον ἐν τί. καὶ ἀληθέος καὶ ψεύδεος μᾶλλον ἐν τὶ σημαντικά. τὸ γὰρ ἡμεν ἄνον