καὶ ὁμῶς εἰς τὴν τοῦ ποιεῖν μόνην ἀνάγεται κατηγορίαν. ὥστε οὖν καὶ τὸ ἀθήνησι κᾶνδηλοῖ τὸ ἐν ἀθηναις ἐστὶν, οὐ πρὸς τῶ τόπω τὸ ἔστι πρὸ κατηγορεῖται ὡς σύνθεσινποιοῦν, ἀλλ' ὡς βεβαιούμενον τὴν ἐντόπω ὑ παρξιν πρόσκειται, καὶ ὡς ἀπαρτίζον τὸἐν ἀθηναις. καὶ γὰρ ὅταν λέγωμεν σωκράτης καλῶς διαλέγεται, οὐκ εἰσὶ τρεῖς κα-τηγορίαι ὥσπερ τρεῖς αἱ λέξεις. ἀλλὰ τὸ καλῶς τοῦ τρόπου τῆς διαλέξεως ἐφαπτόίαἐκείνης ἐστὶ χαρακτηριστικὸν. ἀλλ' οὐ συνθετόν τι μετ' ἐκείνης ποιεῖ. τούτοις δὲ πᾶσιτὴν νοέραν θεωρίαν προστιθεὶς ὁἰάμβλιχος, ζητει πρῶτον. πότερον αὐτὰ τὰ πρᾶγματα ἐντόπω ὄντα ἀφορίζει τὸν τόπον περὶ αὐτὰ, ἢ συν αὐτοῖς. ἢ ὁ τόπος ἀφορίζειτὰ πράγματα, ὡς ἂν αὐτὸς αὐτὰ συμπεραίνων. καὶ φησὶν ὅτι, εἰ μὲν ὡς οἱ στωικοὶλέγουσι, παρυφίσταται τοῖς σώμασιν ὁ τόπος, καὶ τὸν ὅρον ἀπ' αὐτῶν προςλαμβάνειτὸν μέχρι τοσοῦδὲ, καθ' ὅσον συμπληροῦνται ὑπὸ τῶν σωμάτων. εἰ μέντοι οὐσίαν ἔχεικαθ' αὐτὸν ὁ τόπος, καὶ οὐδὲ ὅλως εἶναίτι τῶν σω μάτων δύναται, ἐὰν μὴ ἢ ἐντόπω.ὥσπερ ἔοικεν ἀρχύτας βούλεσθαι σημαίνειν, αὐτὸς ὁ τόπος ἀφορίζει τὰ σώματα,καὶ ἐν ἑαυτῶ συμπεραίνει. εἰ μὲν γὰρ ἦν ἀδράνης ὁ τόπος ἐν ἀπειρωκενῶ καὶ διαστή-ματι ἄνευ τινος ὑποστάσεως ἔχων τὸ εἶναι, καὶ τὸν ὅρον ἂν ἔξωθεν παρεδέχετο. εἰ δὲκαὶ δραστήριον ἔχει δύναμιν καὶ οὐσίαν ἀσώματον ὡρισμένην, καὶ τὴν τῶν σωμάτων διάστασιν, οὐκ ἐὰ μᾶλον καὶ ἡττον εἰς ἄπειρον προχωρεῖν. ἀλλ' ἐὰν ἑαυτῶ ὁρί ζη, εἰκότως ἂν καὶτὸ περὰς ἀφ' ἑαύτου τοῖς σώμασιν ἐπάγοι. ταῦτα δὲ καὶ ἀρχύτας ἐδήλωσεν εἰπων.ἢ ἐπεὶ γὰρ πᾶν τὸ κινούμενον ἐντόπω τινὶ κινεῖται, φανερον ὅτι τόπον ὑπῆμεν δεῖπρότερον ἐν ὥπερ ἐσεῖται τὸ κινέον, ἢ τὸ πάσχον. ἴσως δὲ καὶ πρᾶτον τοῦτο ἁπαν-ἥτων. ἐπειδὴ περ τὰ ὄντα πάντα, ἤτοι ἐντόπω ἐν τὶ, ἢ οὐκ ἄνευ τόπου. σαφῶς δὲ πρεσ-βύτερον ὑποτίθεται τὸν τόπον τῶν ποιούντων καὶ πασχόντων, ἐπειδὴ συνυφέστηκενἀεὶ τῶ τόπω τὰ ἐντόπω. δια τοῦτο εἴπεν, ἴσως δὲ πράτον. εἰ δὲ τὰ ὄντα ἢ ἐντό-πω ἐστὶν, ἢ οὐκ ἄνευτόπου, δῆλον ὅτι οὐ παρυφίσταται ὁ τόπος τοῖς οὖσι. καὶ εἰ μὲν τὸν οὐσιώδη τίς, ἢ τὸν τῆς ζωῆς, ἢ τὸν εἰδητικὸν, ἢ τὸν κατὰ δύναμιν συνεκτικὸν τόπον λαμ-βάνοι, ἐν τῶ τοιούτω τόπω τὰ ὄντα πάντα ἔχοι τὸ εἶναι. εἰ δὲ τὸπέρὰς τοῦ περιέ-χοντος ψιλὸν, καὶ τὴν ἀσώματον ἐπιφάνειαν νοεῖ τις τὸν τόπον, οὐκ ἄνευ τόπου ἐστὶτὰ ὄντα. οὐχὅτι συμβεβηκεν ἄλλως αὐτοῖς τὸ πέρας, οὐδὲ ὅτιυστερον ἐστὶ τοῦ τριχῆοὶ στδιαστατοῦ τὰ ἐφ' ἐν ἡ ἐπιδύο διαστατὰ, ἀλλ' ὅτι ἡ περιέχουσα αὐτὰ ἐπιφάνεια, ἀρχη-γός ἐστι τῶν σωμάτων, καὶ ἀφ' ἑαυτῆς ὑποστήσασα αὐτὰ, ἐν ἑαυτῆ περιέχει αὐτὰ καὶ ἀφο-ρίζει. ὅθεν δὲ καὶ ἐν τόπω ἔχει τὸ εἶναι τὰ σώματα, ὡς περιεχόμενα ἀπ' αὐτοῦ, καὶ ἐντῆ ἀδιαστάτω φύσει τὴν διάστασιν ἑαυτῶν συνέχοντα. πανταχοῦ γὰρ ἡ ἀσώματος οὐσία τῆς σωματοειδοῦς προτετακται. καὶ ὁ τόπος οὖν ἀσώματος ὧν, τῶν ἐν αὐτῶ ὄντωνπροέχει. καὶ ὡς αὐταρκέστατος τῶν ἐνδεῶν καὶ δεομένων, ἐντόπω εἶναι προέχει. οὐδὲ γὰρ ὡς δοκεῖ τισὶ τῶν σωμάτων ἐστὶ μόνον τελεύτη ὁ τόπος, ἀλλὰ καὶ τῆς περὶ αὐτὰμορφης καὶ τῆς ἐν αὐτοῖς ζωῆς. σχημάτων τε τῶν περὶ αὐτὰ, καὶ εἴτις ἔνέστιν ἐν αὐτοῖς δύνα-μις καὶ οὐσία, πάντων τούτων, κοινόν ἐστι περὰς ὁ τόπος. ὥστε οὐ χρήψιλὸν πέρας ἐπι-Σ α
Einzelbild herunterladen
verfügbare Breiten