Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

ἔνθα καὶ περὶ χρόνου καὶ τόπου τε λέως ἐδίδαξε. παρὰ πάντων δὲ, ἐν τῆ μετὰ τὰφυσικὰ τοὺς τελεωτάτους πεποίηται λόγους. αἱ γὰρ ἀρχαὶ κατὰ μὲν τὴν σημαντι-κὴν αὐτῶν λέξιν, ἐν τῆ λογικὴ πραγματεία δηλοῦνται. κατὰ δὲ τὰ σημαινόμεναπράγματα, ἐντη μετὰ τὰ φυσικὰ οἰκείως. πρῶτον δὲ ἐν τούτοις ἐμνημόνευσε τοῦποιεῖν καὶ πασχειν. διότι φασικατὰ τὴν ποιότητα, τὸ ποιεῖν ἐστὶ καὶ πάσχειν. εἰκότως οὖν μετὰ τὴν ποιότητα εὐθὺς προεβλήθη. καίτοι καὶ κατ' οὐσίαν ἐστὶ ποιεῖν, ὥσ-περ τὸ γεννᾶν καὶ οἰκοδομεῖν. καὶ κατὰ ποσότητα, ὡς τὸ ἀριθμεῖν. καὶ πρὸς τὰ πρὸςτι δὲ οἰκείως ἔχει, εἴπερ τὸ ποιεῖν καὶ τὸ πάσχειν πρός τι ἐστὶ. κάλλιον οὖν λέγειν, ὅτιπρὸς τὰς τέσσαρας κατηγορίας οἰκείως ἔχον τὸ ποιεῖν καὶ πάσχειν, ὡς πρὸς ὑπαρξινἐνεργείας καὶ πάθους, εἰκότως μετὰ τὰς τέσσαρας ἔτυχε λόγου. καὶ διότι καὶ τοῖς ἀσω-μάτοις ὑπάρχει ταῦτα τῶν ἐφεξῆς γενῶν πάντων ἐν μόνοις θεωρουμένων τοῖς σώ-μασιν. ἅμα δὲ αὐτῶν ἐμνημόνευσε, διότι καὶ ἅμασυνυφεστήκασι. καὶ ὅπου θάτερον,ἐκεῖ καὶ θάτερον. ὡς ἀξιοῦν τινὰς μὴ δὲ ἰδίας ἀφορίζειν αὐτοῖς κατηγορίας, ἀλλ' ὑπὸτὰ πρός τι τάττειν αὐτὰ. ὁ μέντοι ἀρχύτας, καὶ τὸ ἔχειν καὶ τὸ ποῦ προέταξε τοῦποι-οεῖν καὶ πάσχειν. καὶ τὴν αἰτίαν εἰπων οὕτως. Επειδὴ πᾶν τὸ κινούμενον, ἐντόπω κινεῖται τινὶ, τὸ δὲ ποιεῖν καὶ τὸ πάσχειν κινάσιες τινές εἰσικατ' ἐνέργειαν, φανερὸν ὅτιτόπον εἰπέμεν δεῖ πρῶτον, ἐν ὥπέρ ἐστὶ τὸ ποιεῖν ἡ τὸ πάσχειν. σημαίνει δὲ τὸμποιεῖν, ἐνέργειαν. τὸ δὲ πάσχειν, πάθος. οὐ κατὰ τὸν χαρακτῆρα τῆς πείσεως, τοῦτο γὰρποιότης ἐστὶν, ἀλλὰ κατὰ τὴν ἐν τῶ πάθει κίνησιν. καὶ αὕτη ἐστὶν, ἡ περὶ αὐτῶν πρόχει.ρος ἔννοια. διὸ ταύτην μὲν ὡς σαφῆ παρῆκεν εἰπεῖν. τὰ δὲ παρακολουθοῦντα καὶτούτοις ἐπάγει, ὧν πρῶτον τὸ ἐναντιότητα ἐπιδέχεσθαι, τὸ ποιεῖν καὶ τὸ πάσχειν.τὸ γὰρ θερμαίνειν καὶ τὸ ψύχειν, ἐναντίον. ἑκάτερον δὲ ἐν τῶ ποιεῖν. καὶ τὸ θεμαίνεσθατῶ ψύχεσθαι. ἑκάτερον δὲ ἐν τῶ πάσχειν. ὥσπερ καὶ τὸ ἤδεσθαι καὶ τὸ λύπεῖσθαι. εἰγὰρ κατὰ τὴν ποιότητα αἱ τοιαῦται ἐναντιώσεις, τῶ γὰρ θερμω τὸ ψυχρόν ἐστιν ἐναντίον, τὰ δὲ ἐναντία τῶν ἐναντίων ἐστὶ ποιητικὰ, εἴη ἂν καὶ ἐν τῶ ποιεῖν ἐναντίωσις,ὅταν ὡς ἐνέργεια λαμβάνηται τῶν ἐναντιότητα ἐπιδεχομένων γενῶν. εἰ δὲ ἐν τῶποιεῖν, καὶ ἐν τῶ πάσχειν. ὁ γὰρ τὸ ποιοῦν ποιεῖ, τοῦτο πάσχει τὸ πάσχον. καὶ τῶν ἐναντίῖ ξί.ων δὲ, τὰ μὲν ἔχει τί μεταξύ. τὰ δὲ, οὐκ ἔχει. ὧν μὲν γραν αἱ ποιότητες ἔχωσί τι μεταξύ, τούτων καὶ ἡ κατὰ τὸ ποιεῖν καὶ πάσχειν ἐναντίωσις, ἔχει τί μεταξύ. ὡς τὸ χλιαίνειν καὶ ἐρυθραίνειν. ἐπειδὴ τὸ χλιαρον, μεταξὺ ἣν θερμου καὶ ψυχροῦ. καὶ τὸ ἐρυθρὸνἢ τὸ φαιον, λευκοῦ καὶ μέλανος. ὧν δὲ αἱ ποιότητες οὐκ ἔχουσί τι μεταξύ, οὔτε τὰἐνέργει τικὰ τούτων οὔτε τὰ παθητικά. ὡς τὸ ὑγιάζειν καὶ τὸ νοσάζειν. διπλοῦς δὲ ὁλογός ἐστι. τῶν γὰρ ποιήσεων, αἱ μὲν εἰσὶ πρὸς ἕτερον τὸ πάσχον ἀντιτιθέμεναι, ὥσπειἡ τοῦ θερμαίνειν. τὸ γὰρ θερμαῖνον θερμαινόμενον θερμαίνει. αἱ δὲ, ἀπόλυτοι, ὥσπερ ἡ τοῦ λέγειν. οὐκ ἔστι δὲ ἴδιον τοῦ ποιεῖν καὶ πάσχειν τὰ ἐναντία. οὔτε γὰρ μόνοις, οὔτε πᾶσιν ὑπάρχει τοῦτο. οὐδὲ γὰρ τῶ λέγειν, ἢ γράφειν, ἢτεκταίνεσθαι, ὅτι μηδὲν τούτων ἐναντιότητι θεωρεῖται. ἀλλ' ἐκείνοις μόνοις, ὅσακατ' ἐνέργειαν ἡ πάθος ἣν τῶν ἐναντιότητα