Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

τῶ εἶναι ποιῶν. καὶ ὡς ἐν τῶ ἔχειν ποιῶν. καὶ ὡς ἐν τῶ μένειν τὰ πάντα ἀπεργα-ζόμενος. ὅθεν δὴ τέλειος μὲν καὶ ὡρισμένως πεντάπασιν, οὐδαμῶς ἐστι. μίγνυται γὰρπρὸς τὸ ἀτελὲς πάντη, καὶ ἀόριστον. ἀλλ' οὐδὲ ἔσχατος πάντη καὶ ἀόριστός ἐστι. διακό-σμεῖ γὰρ τὸ ὑλικὸν πανκαὶ ἐπιμελεῖται αὐτοῦ τεταγμένως. καὶ τὸ μέγιστον, εἰς ἐν ὁτοιοῦτος λόγος συνέρχεται. ὅθεν ἐάντε ἐνσμικρῶ, ἐάντε ἐν μεγάλω ὁ τῆς ποιότη-τὸς ὑπάρχηλόγος, εἰς καὶ ὁ αὐτὸς ὑπάρχει. οὐδὲν ἄρα τὸ ποσὸν συμβάλλεται εἰς τὴνὑπόστασιν αὐτοῦ, ὡς δοκοῦσιτινες τοῦ πλάτωνος ἀκούειν, ἀλλ' ἔστιν ἀμέριστος περὶ τὰσώματὰ μεριζόμενος. τοιαύτας ἄντις ὑποθέσεις περὶ τῆς ποιότητος ὑποθέμενος, οὐκ ἄνδιαμάρτη τῆς τε ἀληθείας αὐτῆς, καὶ τῆς ἀριστοτέλους περὶ αὐτῆς δόξης. ἔστι δὲ ἡ ποι-ότης, τῶν πλεοναχῶς λεγομένων. μετὰ τὴν οὐσίαν τῆς ποιότητος, τὴν διαίρεσιν αὐτῆςπαραδοῦναι προτίθεται ὁ ἀριστοτέλης. καὶ τὰ εἴδη αὐτῆς, ὥσπερ καὶ τῶν ἄλλων γενῶνδιαιρεῖται. ἡ γὰρ ἐπιστημονικὴ γνῶσις, αὐτότε ἕκαστον ὅ, τί ποτέ ἐστιν ἐπισκέπτεται,καὶ τα εἴδη αὐτοῦ διαιρεῖται κατὰ τρόπον. εἰπόντος δὲ αὐτοῦ τὴν ποιότητα τῶν πλε-οναχῶς λεγομένων εἶναι, ἐπειδὴ τὰ πλέοναχῶς λεγόμενα, τὰ ὁμώνυμα δοκεῖ εἶναι,συνάγεται τὴν ποιότητα ὁμώνυμον εἶναι. τὸ δὲ ὁμωνυμον, οὐκ ἔστι γένος. ἐπειδὴ τὰγένη, συνωνυμά ἐστιν. ὥστε, οὐδὲ εἰς εἴδη διαιρεῖται ἡ ποιότης καθάπερ τὰ γένη, ἀλλ'εἰς τέσσαρα σημαινόμενα, ὥσπερ τὰ ὁμώνυμα. ῥητέον οὖν ὅτι πολλὰ σημαίνει τὸπλέοναχῶς. καὶ γὰρ κοινῶς μὲν τὸ κατὰ πλειόνων λεγόμενον, ὅπως δὴ ποτε πλεοναχῶςλέγεται. ἰδίως δὲ καὶ τὰ ὁμωνύμως καὶ τὰ συνωνύμως λεγόμενα, πλεοναχῶς λέ-γεται, ὡς διαφόρως λεγόμενα. ταῦτα τοίνυν δύναται ἢ κατὰ τὸ κοινὸν εἰρῆσθαι ὡς κατὰπλειόνων λεγόμενα, ἢ μᾶλλον κατὰ τὸ συνωνίμως καὶ κατὰ διαφορᾶν λεγόμενον.δηλοῖ δὲ αὐτὸς ἐπάγαγων, ἐν μὲν οὖν εἴδος καὶ οὐχὶ ἓν σημαινόμενον, ποιότητος αἱἕξεις καὶ διαθέσεις λεγέσθωσαν. δοκεῖ δὲ τοῖς περὶ ἀλέξανδρον, τὸ πλεοναχῶς δύνασθαικυρίως ἐπὶ τῆς ποιότητος εἰρῆσθαι, ὡς οὐκ οὔσης ἐν μόνω τῶ εἰρημένω γένει, ἐν ὧ εἰσιν αἱἕξεις καὶ αἱ διαθέσεις, ἀλλὰ καὶ ἐν ταῖς ἄλλαις κατηγορίαις. ἐν πάσαις γὰρ τὰ γένη καὶτὰ εἴδη ποιότητα σημαίνει τὴν περὶ ταῦτα, ὧν ἐστι γένη καὶ εἴδη. ὥσπερ τὸ περὶ οὐσίανποιὸν, ἢ τῶν ἄλλων τί γενῶν. τοῦτο οὖν ἐνδείξασθαι βουλόμενον εἰπεῖν. ἔστι δὲ ἡ ποιό-τὴς τῶν πλεοναχῶς λεγομένων. εἰπόντα δὲ τοῦτο, τὴν διαίρεσιν ποιήσασθαι, οὐ τῆςπολλαχῶς, ἀλλὰ τῆς κυρίως λεγομένης ποιότητος, τῆς ὡς γένος τῶν δέκα γενῶν.ἀλλ' ἐφιστάνουσιν οἱ ἀκριβέστεροι τῶν ἐξηγη τῶν, ὡς οὐ καλῶς λέγονται τὰ γένη καὶ τὰεἶδὴ ποιότητες εἶναι καὶ ποια, ἐν ταῖς δέκα κατηγορίαις. οὐσίαι γὰρ ταῦτα καθέκα-στον, καὶ συμπληροῖ τὸ εἶναι. τὸ δὲ ποιὸν πανταχοῦ μετὰ τὴν οὐσίαν εἰς προσθηκηντῆς τοιᾶςδεφύσεως συντελοῦν. μήποτε δὲ πλεοναχῶς λέγεται ἡ ποιότης, διό τι οὐκ ἔστινἴσα τὰ ἐν αὐτῆ εἴδη. ἀλλὰ τὰ μὲν, ὑπέρτέρα. τὰ δὲ, καταδεέστερα. καὶ τὰ μὲν, τέ-λειότερα. τὰ δὲ, ἀτελέστερα. καὶ τὰ μὲν, ἐν τῶ δύνασθαι. τὰ δὲ, ἐν τῶ ἐνεργεῖν, ἔχοιἂν κατὰ πάντα ταῦτα τὸ πρότερόντε καὶ ὕστερον, ὡς ἂν ἀφ' ἑνὸς καὶ περὶ ἓν ὑφέσειτῆς πρώτης δυνάμεως, πληθυυνόμενάτε καὶ διαφορούμενα πρὸς ἄλληλα. δύναταιΑ β