Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

καὶ ὁ παραδεξάμενος τὸ ἀναίτιον, οὐδαμοῦ στήσεται. τί γὰρ μᾶλλον ταῦτα ἢ τὰ ἐναντίαπροτιμήσει, ἀπ' οὐδεμιᾶς ὡρισμένης αἰτίας ὁρμώμενος. βέλτιον οὖν εἰς ἐκείνην ἐλθεῖν τὴνὑπόθεσιν, ἥ τις ἀπὸ τοῦ ἔχεσθαι παράγει τὰ ἑκτὰ. ὥσπερ οἱ ἀκαδημαϊκοὶ ὡρίσαντοἕκτὸν, τὸ οἷόντε ἔχεσθαι αὐτὸ ἀποδόντες. οὐκ ἀπὸ τῆς ἐτυμολογίας αὐτοῦ παραλα-βόντες τὴν λόγον. λογικῶς γὰρ τὸ τοιοῦτον εἴρηται, ἀλλ' οὐχὶ πραγματικῶς. μᾶλλον μὲν οὖν τὸἔχεσθαι τὰ εἴδησιν, ὑπὸ τῶν οἷόντε αὐτὰ ἔχειν. πολλαχως δὲ τοῦ ἔχειν λεγομένου.καὶ γὰρ τὰ μέρη ἔχομεν τοῦ σώματος. καὶ τὰ ἐκτος. οἷον ἀγρον καὶ οἰκίαν διαστέλλοντες ἀπὸτούτων προσετίθεσαν ἐκτὸν εἶναι φάσκοντες, οἷόντε ἔχεσθαι. ὡς ἡ φρόνησις ἔχεται ὑπὸτοῦ φονίμου. καὶ ἡ περιπάτησις, ὑπὸ τοῦ περιπατοῦντος. καὶ ἡ κάθισις, ὑπὸ τοῦ καθημένο.ἐπειδὴ δὲ οἱ μὲν, καθ' ἕξεις. οἱ δὲ, κατ' εὐαναλύτους σχέσεις. οἱ δὲ, κατὰ πρός τίπως ἐχούσας κινήσεις ἐθεωροῦντο, εὐσημου ἕνεκα διδασκαλίας πῶς ἔχον τας κεκλήκασὶ παν-τας τούτους. καὶ ὥσπερ ἐπιπλέον τὸ ἐκτὸν τῆς ἕξεως λέγεται, οὕτως ἐπιπλέον τὸ πῶςἔχον τοῦ ποιοῦ ὑποτίθεται. καὶ οἱ μὲν, τοσοῦτον μόνον πλεονάζειν τὸ πῶς ἔχον τοῦ ποιοῦ ὑπο-τίθενται, καθόσον τὸ πῶς ἔχον παρεξέτεινε καὶ ἐπὶ τὰ πρός τι πῶς ἔχοντα, καὶ περιέ-λάμβανεταῦτα. τὸ δὲ ποιὸν ἴστατο ἐπὶ μόνων τῶν κατὰ διαφοραν. οἱ δὲ, ἄλλην τινὰτεχνολογίαν ἐπεισῆγον. οὗτοι δὲ ἁμαρτάνουσι, καθόσον ἅμα καὶ ἔχεσθαι τὸ ἑκτὸν λέ-γουσι, καὶ χωριστὸν αὐτὸ ὑποτίθενται. ἔπειτα, οὐδ' ὅπως ἔχεται, ἢ πῶς πάρέστιν, ἢ τινὰὄντα μετέχεται τὰ ἀσωματα εἴδη, διὰ τούτων ἐμφαίνεται, ἀλλ' ἄτακτὰ καὶ ἀόριστὰ πάντατὰ τοιαῦτα φέρεται παρ' αὐτοῖς. αἰτιον δὲ, ὅτι παραδεξάμενοι τὴν περὶ τῶν εἰδῶν ὑπόστασινοὗτοι, οὐκ ἐτήρησαν αὐτὴν ἐπὶ τῶν πρωτὴν ὑποθέσεων, ἀλλ' ἄχρι καὶ τῶν εἰδῶν αὐτῶν προ-ῶν ἐσχάτων ὑπάρχουἥγαγον. ἀδύνατον δὲ τὰ ἐπὶ τῶν πρωτίστων ἐφαρμόζειν τοῖς ὶσιν. οἱ δὲ στωϊκοὶ, τῶν μὲν σωμάτων, σωματικάς. τῶν δὲ ἀσωμάτων, ἀσωμάτους εἶναι λέγουσι τὰς ποιότητας. σφάλλονται δὲ ἀπὸ τοῦ ἡγεῖσθαι τὰ αἰτια τοῖς ἀποτελουμένοις ἀφ' ἑαυ-τῶν ὁμοούσια εἶναι. καὶ ἀπὸ τοῦ κοινὸν λόγον τῆς αἰτίας, ἐπίτε τῶν σωμάτων καὶ ἐπὶ τῶνἀσωμάτων ὑποτίθεσθαι. πῶς δὲ καὶ πνευματικὴ ἡ οὐσία ἔσται τῶν σωματικῶν ποιο-τήτων, αὐτοῦ τοῦ πνεύματος συνθέτου ὄντος, καὶ ἐκπλειόνων συνεστηκότος. μεριστοῦτεὑπάρχοντος, καὶ ἐπίκτητον ἔχοντος τὴν ἕνωσιν. ὥστε οὐ κατ' οὐσίαν ἔχει τὸ συνηνῶ-σθαι. οὐδὲ πρώτως ἀφ' ἑαυτοῦ. πῶς οὖν ἂν τοῖς ἄλλοις τοῦτο παρέχοι τὸ συνέχεσθαι.τὴν δὲ ἀριστοτέλους περὶ τῆς ποιότητος δόξαν, ὡς θαυμασίαν πασῶν προκρίνομεν. ἢοὐ μόνον ἀσώματος οὖσα ἡ ποιότης διηγόρευται, ἅτε ταῖς διαφοραῖς κατ' αὐτὴν διω-ρισμένων τῶν σωμάτων. ἀλλὰ καὶ ὅταν μὲν λέγεσθαι κατὰ τὰς ποιότητὰς εἴποι τοὺςποιους, λόγους εἶναι τὰς ποιότητας, διορίζεται τοὺς εἰδοποιοῦν τὰς τὰ ποια. ὅτανδὲ ἐν τοῖς ποιοῖς αὐτοῖς παρεῖναι λέγη, ἐν ὐλητότε αὐτοὺς καὶ μετὰ τῆς ὕλης διί-σχυρίζεται συνυπάρχειν. ἔχοντας μέντοι καθ' ἑαυτοὺς ὑπόστασιν. οὐ γὰρ ἂν κατ-αὐτοὺς ἐλέγετο τὸ ποιὸν, εἴπερ ὅλοι τῆς ὕλης ἦσαν, καὶ μὴ ἑστηκότες ἐν ἑαυτοῖς, παρεῖ-χον αὐτῆ τὸ εἶναι, καὶ οὕτως αὐτῆ συνῆσαν χωριστῶς. ἐπεὶ δὲ ποιόί τινες κατὰ τὴν ποιό-τητα λέγεσθαι εἶρηνται καθ' ἕκαστον ἄτομον διακεκριμένοι ἐν μερισμῶ, διατοῦτο καὶΑ α