αἱρέσεις ἰδίας προηγούμενοι, ἀντιλέγονται ὑπὸ τῶν ἑτεροδόξων. τοῖς γοῦν λέγουσιν ἀέραιτὴν φωνὴν καὶ σῶμα, οὐχ ὁμογνωμονοῦσιν οἱ ἀρχαῖοι, κατ' ἐνέργειαν αὐτὴν ἀσωμα-τὸν ἀφοριζόμεν οἱ καὶ πληγὴν. καὶ τοῖς τὸ ἀγαθὸν ἐν ἀρετῆ καὶ μόνω τῶ καλῶτιθεμένοις,ἀμφισβητοῦσιν οἱ διὰ πάντων αὐτὸ διατείνοντες. δέδοκται οὖν ἐν ταῖς πρώταιςεἰσαγωγαῖς, τοῖς παρὰπᾶσιν ὁμολογουμένοις ὅροῖς κεχρῆσθαι. αὐτὸς γὰρ εἰσὶ γνωριμώτεροι, καὶ πρὸς τὴν πρώτην ἀκρόασιν ἐπιτηδειότεροι. οἱ δὲ ἕτεροι, τῆς πρώτης δέονταιφιλοσοφίας. ἥτις τὰ ὄντα, ἧ ὄντα θεωρεῖ. διόπερ τὴν μὲν οὐ σιωδὴ λόγον τῆς ποιότητος, ἐν τοῖς μετὰ τὰ φύσικὰ ὁ ἀριστοτέλης ἀποδέδωκε. τὴν δὲ ἐννοηματικὸν, ἐνταῦθα.καὶ λέγεται μὲν καὶ ταῦτα καλῶς. ἔστι δὲ καλλίων ἀπολογισμὸς ὁ λέγων, ὡς εἰ μὲν καθ' ἑαυ τὴνἦν ἡ ποιότης, ἔδει ζητεῖν, τίς οὐσα μετέχεται. εἰ δὲ ἐν ἡμῖν ἐστι καὶ οὐκ ἐκ τὸς τῶν ποιῶνὑφέστηκε, δῆλον ὡς οὐκ ἄλλομεν αὐτῆ τὸ εἶναι, ἄλλο δὲ τὸ μετέχεσθαι. οὐδὲ καθ' ἕτερονμὲν τρόπον ἐστὶ καθ' ἑαυτὴν, κατ' ἄλλο δὲ τῶ ποιῶ παρέχει τὸ εἶναι τὲ καὶ λέγεσθαι. ἀλλ' ἐν τῶαὐτῶ, τό, τε ἔχεσθαι, καὶ τὸοεἶναι. καὶ τὸ ποιὸν παρέχεσθαι, ἐπὶ τῆς ποιότητος θεωρεῖται.εἴδος γάρ ἐστιν ἡ ποιότης τοῦ ἔχοντος. ὁ τοίνυν διὰ τοῦ ποιοῦ τὴν ποιότητα ἀποδι-δοὺς, τὴν κυριωτάτην ἰδιότητα αὐτῆς χαρακτηρίζει. καὶ ὁμοῦ τίς τέ ἐστι καὶ τίνα παρέ-τὴν ἀπεργασίαν, ἐν τοῖς οὖσι παρίστησιν. Αλλ' εἰ κατὰ τὴν ποιότητα φη καὶ τὸ ποιόν ἐστιν,ὁ ἀγνοῶν τὴν ποιότητα, καὶ τὸ ποιὸν ἀγνοήσειεν. ἀλλὰ κᾶν κατὰ τὴν ποιότητα το ποιὸνἐστι, προδηλότερόν ἐστὶ καὶ τὸ ποιὸν τῆς ποιότητος. καὶ μάλιστα κατὰ τὰς ὁλοσχερεστέραςκαὶ ταῖς εἰσαγωγαῖς πρεπούσας ἐννοίας. καὶ γὰρ κατὰ τὴν ἀνθρωπότητα, ὁ ἄνθρωπος.καὶ ὅμως γνωριμώτερός ἐστι τῆς ἀνθρωπότητος ὁ ἄνος. ὡς αἰσθητὸς νοητῆς. διὸ οὐδὲἀληθὲς τὸ ὁμοίως ἀγνωεῖσθαι. αἰσθη τὴν γὰρ τὸποιὸν, καὶ γνώριμον τοῖς ἔχουσιν αἰσθησιν.πάντες δὲ σχεδὸν ἔχομεν. νοητὸν δὲ ἡ ποιότης. καὶ μόνοις τοῖς νοῦν ἔχουσι γνώριμος.νοῦ δὲ ὀλίγοις μέτεστιν ἀνθρώποις. ἀλλ' ὅμως ἀγνοεῖσθαι δοκεῖ διὰ τὴν τῶν ὀνομάτωνὁμοιότητα. ἐπεὶ τίς ἀγνοεῖν δοκεῖ τὸ λευκὸν καὶ τὸ θερμόν. ἢ τὸ καλὸν. ἅπερ πάνταποιά ἐστιν. ὅταν δὲ ἀκριβῶς ἕκαστον τούτων θελήσωμεν γνῶναι, τότε καὶ τὴν ποιότητακαθ' ἣν ταῦτά ἐστιν ἀναζητοῦμεν. Αλλὰ πῶς φασιν ὁ ὅρος ὑγιὴς, εἴπερ ποιοὶ τινὲςλέγονται, τῆς ποιότητος μὴ δὲ ὡνομασμένης. οὐκ έτι γὰρ ἀληθές, ὅτι κατὰ ποιοτητάεἰσὶν ἐκεῖνοι ποιοὶ. ὁ γὰρ πυκτικὸς καὶ ὁ δρομικὸς, οὐκ ἀπὸ ὡνομασμένων ποιοτήτων λέγονται. οὐγὰρ εἴρηται πυκτικότης, ἢδρομικότης. Πρόχειρον δὲ εἰπεῖν, ὅτι εἰ καὶ μὴ ὠνόμα-σται, οὐδιὰ τοῦτο ἡ τῶν πραγματν φύσις ἐπιλέλοιπε. καί τοι καὶ ὀνομασαι δυνατὴνἦν ὁμωνύμως, τὸ δυνάμει τῶ κατ' ἐνέργειαν, πυκτικὴν καὶ πυκτικὸν ἄμφωλέγοντας.ἢ εἰ φυλαττοίμεθα τὴν ὁμωνυμίαν, ἄλλα ποιήσομεν ὀνόματα. οἱ δὲ περὶ τὴν ἀνδρονικὸνἠξίουν, οὐκ ἀφἡς ἔχουσι δυνάμεως ὠνομάσθαι αὐτοὺς, ἀλλ' ἀφ' ς ἕξουσι. τοὺς γὰρ ἐνπρὸς τὰς μελλούσας ἕξεις διακειμένους οὕτως καλεῖσθαι. καὶ οἱ στωϊκοὶ δὲ κατὰ τὰς αὐτῶνὑποθέσεις τὴν αὐτὴν ἂν ἀπορίαν προσαγάγοιεν τῶ λέγοντι λόγω, κατὰ ποιότητα πάντατὰ ποιὰ λέγεσθαι. τὰς γὰρ ποιότητας ἐκ τὰ λέγοντες, οὗτοι ἐπὶ τῶν ἡνωμένων μόνων ἑκτὰἀπολείπουσιν. ἐπὶ δὲ τῶν κατὰ συναφὴν, οἷον νεὼς, καὶ ἐπὶ τῶν κατὰ διάστασιν.
Einzelbild herunterladen
verfügbare Breiten