Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

ἄμφω δὲ περὶ ἡμᾶς ἀπέλιπον τήν τε φρόνησιν, καὶ τὸ φρονεῖν. ἠκολούθει γὰρ καὶ τοῦτοἡ μετεραν εἶναι τὴν ἕξιν. εἰ γὰρ ἐκείνη περὶ ἡμας, καὶ τὸ μετέχειν αὐτῆς οὐκαθ-ἑαυτὸ. οὐδὲ ἔξωπου περὶ ἡμας ὑφίσταται. τοσαύτη μὲν οὖν καὶ ἡ ἀριστοτέλους ἐστιδόξα περὶ τῶν πρώτων αἰτίων, ἅ καλοῦσι τινὲς ἑκτά. ἀλλ' ἐπὶ τὴν λέξιν ἰτέον.Ποιότητα δὲ λέγω, καθ' ἣν ποιοί τινες λέγονται. τῆ μεθέξει τῆς ποιότητος, ποιὸνγίνεται τὸ μετέχον. ὥσπερ τῆ μεθέξει τῆς λευκότητος, λευκὸν. Αλλ' ἅτοπον φασιν ἀπὸ τοῦ ὑστέρου τὸ πρότερον διδάσκειν. καὶ ἀπὸ τοῦ ὁμοίως ἀγνοουμένου, καὶ τὸαὐτὸ δι' ἑαυτου ἀποδιδόναι. εἰ γὰρ ποιότης μέν ἐστιν ἡ ν ἔχει ὁποιὸς, ποιὸς δὲ ὁ ἔχων τὴνποιότητα, αὐτὴ δι' ἑαυτῆς ἀπεδόθη. Πρὸς ος ῥητέον, ὅτι οὐχ οἷόντε τῶν πρω-τίστων γενῶν ἐκ προτέρων ποιεῖσθαι τὴν διδασκαλίαν, οὐδὲ δυνατὸν κατὰ τὴν ἐν-τῆ φύσει τάξιν, ἀπὸ τῶν πρεσβύτέρων καὶ αἰτιωτέρων ποιεῖσθαι τὴν περὶ αὐτῶνπαράδοσιν. οὐδὲν γάρ ἐστιν αὐτῶν πρότερον, ἀλλ' ἀπὸ τῶν ἡμῖν προσεχεστέρων καὶ γνω-ριμωτέρων, ἀνάγκη ποιεῖσθαι τὴν ὑπόμνησιν. γνωριμώτερον δὲ καὶ προσεχέστερονἡμῖν τῆς ποιότητος τὸ ποιὸν, εἴπερ τὴν μὲν ποιότητα καὶ ἀναιροῦσι τινες, ὡς μὴὑφεστῶσαν ὅλως. τὸ δὲ ποιὸν, οὐδεῖς ἀναιρεῖ. καὶ τὸν μὲν ἵππον, ὁρᾶν ὁμολογεῖ ὁ ἀν-τισθένης. τὴν δὲ ἵππότητα, μὴ ὁρᾶν. καὶ τὸ μὲν, ὀφθαλμοῖς ὁράται. ἡ δὲ, λογισμῶκαταλαμβάνεται. καὶ τὸ μὲν, ἐν αἰτίου τάξει προηγεῖται. τὸ δὲ, ὡς ἀποτέλεσμαἕπεται. καὶ τὸ μέν ἐστι, σῶμα καὶ σύνθετον. τὸ δὲ, ἁπλοῦν καὶ ἀσώματον. μαρτυρεῖ δὲκαὶ πλάτων τῆ ἀσαφεία τοῦ τῆς ποιότητος ὀνόματος ἐνθεαιτήτω λέγων. Ισως οὖνἡ ποιότης ἅμα ἀλλοκοτόντι φαίνεται ὄνομα. καὶ οὐ μανθάνεις ἀθρόον λεγόμενον.Οτι δὲ, εἴτε ἐνέργεια ἐστὶ τῆς ποιότητος τὸ ποιὸν, εἴτε μετοχή, φανερώτερόν ἐστι τὸκατ' ἐνέργειαν ὑφιστάμενον, τοῦ κατὰ τὴν ἀφανῆ αἰτίαν προηγουμένου, καὶ τὸ μετεχὸν τοῦ μετεχομένου. διο καὶ τὸ λευκὸν τῆς λευκότητος. καὶ ὁ γραμματικὸς τῆςγραμματικής ἐστι σαφέστερον. κᾶν γὰρ κατὰ τὴν ποιότητα τὸ ποιὸν λέγηται, ἀλλ-ἐν τῶ ποιῶ ἡ ποιότης ἐκ φανερεστέρα γίνεται. εἰ οὖν γνωριμώτερον τὸ ποιὸν τῆς ποι-ὅτητὸς, οὐκ ἀκῶς διὰ τούτου ἀποδέδοται. οὐ γὰρ ὅτι ὅρος οὗτός ἐστι τῆς ποιότητος, ἡςπαρουσία ποιὸν λέγεται τὸ μετέχον, τοῦτο ποιότης ἐστὶν. οὐδὲ γὰρ ἄλλότι τῶν πρώτωνγενῶν ὁριστὸν ἦν. οἰκεῖος δὲ φασιν, ὁ ἀπὸ τοῦ λέγεσθαι τῆς διδασκαλίας τρόπος, τῆτῶν κατηγοριῶν ἐστι προθέσει. ἀπὸ γὰρ τοῦ λέγεσθαι κατὰ τὴν ποιότητα τὸ ποιὸν,ἐνδείκνυσθαι αὐτὴν πειράται. καὶ ἐξ αὐτῆς δὲ τῆς κατὰ τὴν ποιότητα φύσεως, ὁτρόπὸς εἴληπται τῆς διδασκαλίας. ἐν γὰρ τῶ μετέχεσθαι ἡ ποιότης. καὶ ἐν τῶ ποιὸν ἀπὸτελεῖν. ἐν ὧοῦν ὑφέστηκε, διὰ τούτου καὶ γνωρίζεται. καὶ οὐκ ἀπὸ τῶν ὑστέρων ἁπλῶς.ἀλλ' ἀπ' αὐτοῦτου συνυπάρχοντος αὐτῆ. ἀλλ' οὔτε αὐτὸ δι' ἑαυτοῦ ἀποδίδωσιν. ἕτερονγρ ἐστιν ἡ ποιότης, καὶ ἕτερον τὸ μετέχεσθαι αὐτὴν. καὶ ὅτι μάλιστα συνυπάρχει προςαὐτὸν τὸ μετέχεσθαι. ὁμολογεῖ δὲ ἡ ἀπόδοσις αὐτὴ, καὶ τῆ περὶ ποιότητος καὶ ἕξεως τοῦἀριστοτέλους δόξη. εἰγὰρ ἡμετέρα ἐστὶν ἡ ἕξις κατ' αὐτὸν, καὶ περὶ ἡμᾶς ἡ ποιοτῆς ὑφέστηκε.καὶ ἡ μετεχομένη ποιότης, ἡ αὐτὴ πρὸς τὴν ἁπλῶς λεγομένην ποιότητα ὑπάρχει,