Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

ἐπιστητὸν προυπήρχεν. ἀλλὰ τοῦτο μὲν, ἐναργέστερον. τίνα δὲ τὰ ὀλίγα ἐστὶν, ἐφ' ὧνἅμα τῶ ἐπιστητῶ, ἡ ἐπιστήμη ἐστι. τὰ ἄνευύλης τὰ νοητὰ, ἅμα τῆ κατ' ἐνέργειανἀεὶ ἑστώση ἐπιστήμη ἐστιν. εἶτε καὶ ἐν ἡμῖν ἐστι τις τοιαύτη ἀεὶ ἄνωμένουσα ὡς πλω-τίνω καὶ ἰαμβλίχω δοκεῖ. εἴτε καὶ ἐν τῶ κατ' ἐνέργειαν νῶ. εἴτις καὶ τὴν νόησιν ἐκείνην ἐπι-στη μην ἕλοιτο καλεῖν. δύναται δὲ καὶ διὰ τὴν τῶν κοινῶν ὑπόστασιν εἰρῆσθαι τὴν ἐξ ἀφαιρέ-σεως. ἅμα γὰρ τῆ ὑποστάσει τούτων, καὶ ἡ ἐπιστήμη ἐστιν. ἀληθὲς δὲ καὶ ἐπὶ τῶν ἀναπλασμάτων τῶν τε ἐν τῆ φαντασία καὶ τῶν τεχνητῶν. ἅμα γὰρ χίμαιρα καὶ ἐπιστημη τῆς χι-μαίρας. διατίουν προσέθηκετο, ἢ ἐπ' οὐδενὸς, ἢ ὅτι τινες ἀνήρουν καὶ τὰ καθόλουκαὶ τὰ νοητὰ, καὶ τὰ ὁπωσοῦν ἐπινοούμενα. ἢ ὅτι κᾶν ἡ ταῦτα ἐν τῆ φύσει, τὰς ἐπι-νοίας αὐτῶν ὕστερον ἐλάβομεν. καὶ διατοῦτο συμβαίνει καὶ ἐπὶ τούτων προυπαρ-χειν τῆς ἐπιστήμης, τὸ ἐπιστητόν. οὕτως μὲν οὖν κατὰ τὸ πρότερον ἐπιχείρημα δο-κεῖ δεῖξαι, ὅτι πρότερον τῆς ἐπιστήμης τὸ ἐπιστητὸν, καὶ οὐχαμα τῆ φύσει. κατὰ δευ-τέραν δὲ ἐπιβολὴν πολλαχως τοῦ προτέρου λεγομένου, ὡς καὶ αὐτὸς ὕστερον δι-δάξει, καθ' ἕνα τρόπον νῦν αὐτῶ χρῆται. καθόσον, τὸ μὲν φύσει πρότερον, συναναιρεῖμὲν, οὐ συναναιρεῖται δὲ. μονάδος γὰρ μὴ οὔσης, δυας οὐκ ἔστι. καὶ ζώου μὴ ὄντος.οὐ δὲ ἄνθρωπός ἐστιν. οὐ μὴν ἐὰν ἀναιρεθη δυὰς, ἤδη καὶ μονὰς ἀναιρεῖται. οὐ γὰἐν τῆ δυάδι ἔχει τὸ εἶναι ἡμονας καθ' ἑαυτὴν ὑφεστῶσα. τὰ δὲ τῆ φύσει δευτεραοὐ κατὰ τὴν ἀναίρεσιν, ἀλλὰ κατὰ τὸ εἶναι τὴν ἀκολουθίαν ἔχει. τὸ γὰρ δεύτερον, συνεπιφέρειμὲν ἑαυτοῦ τὸ πρῶτον. οὐ συνεπιφέρεται δὲ ὑπ' αὐτοῦ. δυάδος γὰρ οὔσης, ἀνάγκη καὶ μονά-δα εἶναι. καὶ ἀνθρώπου ὄντος, ἀναγκη ζῶον εἶναι. οὐ μὴν μονάδος οὔσης, ἀνάγκη δυά-δα εἶναι. οὐδὲ ζώου ὄντος, ἀνάγκη εἶναι ἄνθρωπον. οὕτως δὲ συμβεβηκότος μὲν ὄντος,ἀνάγκη οὐσίαν εἶναι. οὐσίας δὲ οὔσης, ἀνάγκη εἶναι συμβεβηκός. διό τι πρότερον καὶἁπλούστερον ἡ οὐσία τοῦ συμβεβηκότος. τοῦτον τοίνυν τὴν κανόνα, τῶ ἐπιστητῶ καὶ τῆἐπιστήμη προσαγάγων, τὸ μὲν ἐπιστητόν φησιν ἀναιρεθὲν, συναναιρεῖ τὴν ἐπιστήμην. ἡ δὲἐπιστήμη, τὸ ἐπιστητὸν οὐ συναναιρεῖ. ὥστε οὐ χαμὰ τῆ φύσει, ἐπιστήμη καὶ ἐπιστη-τὸν, εἴπερ τὸ συναναιροῦν μὲν, μὴ συναναιρούμενον δὲ, πρότερόν ἐστι τῆ φύσει. τὸ δὲαὐτὸ, καὶ ἐπὶ αἰσθήσεως, καὶ αἰσθητοῦ συλλογίζεται. εἰ οὖν ταῦτα τῶν πρός τι, οὐ πάν-τα τῶν πρόςτι, ἅμα τῆ φύσει ἐστιν. ὅπερ ἔδει δεῖξαι, φαίην ἂν ἀνήργεωμετρικός. ὅτιδὲ τὸ ἐπιστητὸν συναναιρεῖ τὴν ἐπιστήμην, ἡ δὲ ἐπιστήμητὸ ἐπιστητὸν οὐ συναναι-ρεῖ, πρόδηλον δοκεῖ. ἀναιρεθέντων γὰρ τῶν ἐπιστητῶν, ἐπιστήμη οὐδενὸς ἔσται. ὥσ-τε οὐ δὲ ἔσται ὅλως. ἀναιρεθείσης δὲ τῆς ἐπιστήμης, μένει τὸ ἐπιστητὸν. κᾶν γὰρ διὰῥαθυμίαν ἀποβάλωμεν ποτέ τὴν τῶν ὄντων γνῶσιν, οὐδὲ νήττον μένει τὰ ὄντα.ὅπέρ ἐστι τὰ ἐπιστητά. καὶ γὰρ καὶ ἐν μουσικὴ πρότερον μὲν κατηκούομεν διέσεως. νῦν δὲἀνεπαίσθητοι τούτου τοῦ διαστήματος ἐσμέν. αὐτὸς δὲ ἐπὶ τοῦ τετραγωνισμοῦ τοῦ κύκλουδείκνυσιν αὐτό. μήπω γὰρ τότε εὑρεθέντος αὐτοῦ ἀμφιβόλως λέγων εἰ ἔστιν ἐπιστη-τόν. ἐπιστήμη μὲν αὐτοῦ οὔπω ἐστι. τὸ δὲ ἐπιστητόν ἐστιν. ἔστι δὲ τετραγωνισμὸς κύ-κλου, ὅταν τῶ δοθέντι κύκλω τετράγωνον ἴσον συστησωμεθα. τοῦτο δὲ ἀριστοτέλης μὲν