οὐσίαι, ὡς τὸ κέντρον τῆς σφαίρας καὶ ἡ περιφέρεια. τὰ δὲ, ὡς δεύτερα καὶ πρῶτα, ὡς τῶἡλίω συνυπάρχει τὸ φῶς. τὰ δὲ, ἀχώριστα συμβεβηκότα, ὡς τῶ πυρὶ ἡ θερμότης.καὶ οἱ ὅροι δὲ τῶ κεφαλαίω συνυφεστήκασι καὶ ἀντακολουθοῦσιν. οἱ δὲ ταῦτα αἰτιώμενοι,οὐδὲ αὐτοὶ λύουσι τὴν ἀπορίαν, ἀλλ' ἐνδεδώκασιν αὐτῆ λέγοντες, μὴ κυρίως ἰδιον εἶναιτῶν πρός τι τὸ ἀντιστρέφειν, ὡς καὶ πᾶσι καὶ μόνοις ὑπάρχον. ἀλλὰ πασι μὲν, οὐκέτι δὲκαὶ μόνοις. εἶναι γὰρ καὶ ἄλλα τὰ ἀντιστρέφοντα, ὡς ἀντακολουθοῦντα ἀλλήλοις καὶσυνυπάρχοντα. λέγεσθαι δὲ εἴπερ ἄρα ἰδιαὰ κατὰ συνήθειαν τὴν πᾶσιν ὑπάρχοντα. κᾶνμὴ μόνοις ἰδια λέγειν ἀξιουσαν. Πήποτε οὖν ἀκριβέστερον ἀκούειν δεῖ τοῦ εἰρημέ-νου. οὐ γὰρ εἴπεν ὅτι τὰ πρός τι συνυπάρχουσιν ἀλλήλοις, ὡς τρ φῶς, καὶ ὁ ἥλιος, καὶ ἡ θερ-μότης, καὶ τὸ πῦρ. οὐδὲ ὅτι τὸ ἕτερόν ἐστιν ὅπερ τὸ ἕτερον, ὡς τὸ καλὸν καὶ τὸ ἀγαθον,ἀλλ' ὅτι πρός τινα λέγεται, τὰ καὶ αὐτὰ πρὸς αὐτὰ λεγόμενα. τὸ μὲν γὰρ πρὸς ἕτερον ἀπο-νεύειν καὶ πρὸς ἕτερον λέγεσθαι, τὸ εἰδός ἐστιν αὐτὸ τοῦ πρός τι. τὸ δὲ καὶ ἐκεῖνο πρὸς ὁλέγεται ὁμοίως λέγεσθαι, πρὸς τὸ πρὸς αὐτὸ λεγόμενον, τοῦτο ἴδιον τῶν πρός τι παρακό-λούθημα. ὅλως γὰρ τὰ ἄλλα τὰ συνυπάρχοντα, οὐδὲ λέγεται πρὸς ἄλληλα. τὸ γὰρφῶς καὶ εἰ τοῦ ἡλίου ἐστιν, οὐ λέγεται πρὸς τὴν ἥλιον. ἄλλο γρ τινὸς εἶναι ἢ γέννημα, ἢ ἐνέργειανἢ πάθος, ἢ κτῆμα. καὶ ἄλλο τὸ πρός τι εἶναι καὶ λέγεσθαι. ἐκεῖνα μὲν γὰρ κᾶν ἄλλου ἧ, ἀλλ' ἔχφύσιν ἰδίαν. τὸ δὲ προστι, ἐν τῆ πρὸς ἕτερον ἀπονεύσει οὐσίωται καὶ ἐξ ἀλλήλων ἤρ-τηται, ταῦτα ὁμοίως καὶ οὐτὸ ἕτερον ἐκ τοῦ ἑτέρου, ὡς ἐπὶ τῶν πρωτὴν καὶ δευτέρων.δια τοῦτο γὰρ καὶ πρὸς ἀντιστρέφοντα λέγεται, ὅτι διὰ τὸ ἐξ ἄλλήλων τὲ καὶ ἐν ἀλλήλοις ὑφε-στηκέναι. ὡς γάρ ἐστιν, οὕτω καὶ λέγεται. δεῖ δὲ καὶ τοῦτο εἰδέναν, ὡς οὐκ ἐν τῶ λέγεσθαι μό-νως συμβαίνει ἡ ἀντιστροφὴ τῶν πρόςτι. τοῦτο μὲν γὰρ, λέξεων τινα κοινότητα καὶσυνήθειαν ἰδιαν παρίστησι. τὸ μέντοι ἀπὸ τοῦ κοινὴν ὑπάρχειν τὴν σχέσιν τοῦτο εἰσάγει τὴνκατὰ τὰ πρός τι κατηγορίαν. καὶ ἀρχύτας δὲ τὴν ἀντιστροφην ἀποδίδωσι τῶν πρός τι,λέγων. Επι δέχεται τὰν ἀντιστοφανομοίαν μὲν, οἷον ὡς τὸ ἴσον καὶ ἀδελφόν. ἀνομοίανδὲ, ὡς τὸ μεῖζον καὶ μεῖον. ἀποδίδωσι δὲ αὐτοῖς καὶ τὸ ἀντίστροφον, οὕτω λέγων περὶ τῶνεἰδῶν τοῦ πρόςτι. Τὸ μὲν γάρτι αὐτῶν, οὐκ ἔστιν ἀντίστροφον. οἷον ἐπιστάμα καὶ αἴσθασις.εἶἐπιστάμα μὲν γὰρ λέγεται, τῶ ἐπιστατῶ. καὶ αἴσθασις, τῶ αἰσθατῶ. τὸ δὲ ἐπιστατὸν, οὐκέτιλέγεται τὰς ἐπιστάμας. οὐ δὲ αἰσθατον τὰς αἰσθησιος. τὸ δὲ αἰτιον, ὅτι τὸ μὲν ἐπι-ὅστα τὸν καὶ αἰσθατὸν καὶ ἄνευ τῆς αἰσθήσιος καὶ ἐπιστήμας δύναται ἥμεν. ἁδὲ ἐπιστήμη καὶαίσθασις, οὐ δύναται ἡ μὲν ἄνευ τοῦ ἐπιστατοῦ καὶ ἄνευ τοῦ αἰσθατοῦ. ὁ δὲ αὐτὸς κατὰ τὸεἶναι μᾶλον πρὸς ἄλληλα καὶ μετ' ἀλλήλων χαρακτηρίζει τὰ πρός τι λέγων. τοῦ δὲ πρὸςἕτερόνπως ἔχοντος ἴδιον, τό, τε συνυπάρχειν ἅμα ἀλλήλοις, καὶ ἀλλάλων δὲ αἰτα ἡμεν.διὰ γὰρ τὴν κατ' αἰτίαν καὶ τὴν κατ' οὐσίαν συνυπαρξιν, συνέπεται καὶ ἡ τοῦ λέγεσθαι. ὡς γάρ-ἐστιν, οὕτως καὶ λέγεται. καὶ διότι ἐστι λέγεται. ἀλλ' οὐχ ὅτι λέγεται ἐστι. καὶ καθόσον μέν ἐστι τοιοῦ-τον τὸ ἴδιον τοῦ γένους εἰσάγει. καθόσον δὲ λέγεται μόνον, οὐχ ἕξει παραδείξαίτις τὴν κατὰ τὸγένος αὐτοῦ διάκρισιν. ὥστε καὶ ἡ κατὰ τὸ λέγεσθαι ἀντιστροφη, τῆς κατὰ τὸ εἶναι συνυπαρ-ξεως ἤρτηται. πῶς δὲ συνυπάρχει ἀλλήλοις καὶ ἅμα τῆ φύσει ἐστι. καίτοι δοκούντων
Einzelbild herunterladen
verfügbare Breiten