Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

ἢ τοῦτο ὁλέγεται. δεξιὸν γὰρ, ἢ πατήρ, ἢ μεῖζον, καθὸ πρός τι, καὶ οὐδὲν ἄνο ἐστίν. ὥσπερἐκεῖ λευκὸν ἡ θερμόν. καὶ τὴν ἀνάκλισιν δὲ καὶ τὴν στάσιν καὶ τὴῦ καθέδραν τῶν πρός τι λέγειδιό τι θέσεις τινὲς εἰσὶν. ἕκαστον γὰρ αὐτῶν, ποιᾶν θεσιν δηλοῖ. ἡ δὲθέσις, τῶν πρός τι. ἡ γὰρθέσις, θετοῦ θέσις. καὶ τὸθετὸν, θέσει θετὸν. εἰ δὲ ἡ θέσις τῶν πρός τι, καὶ τὰ εἴδη τῆςθέσεως τῶν πρός τι. καὶ γὰρ καὶ ἡ ἀνάκλισις, ἀνακειμένου. καὶ ὁ ἀνακείμενος, ἀνα-κλίσει ἀνακείμενος. καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. Αλλ' ἐπιστῆσαι ἄξιον, δια τὶ οὐκ αὐ-τὰ καθ' αὑ τὰ εἶπε τῶν πρός τι, ἀλλὰ διὰ τὴν ἐπὶ τὴν θέσιν ἀναφοραν. ὁ καὶ αἰτι-ον ἐγέντο τῶ ἰαμβλίχω εἶδος ἕντι τῶν πρός τι εἰπεῖν, κατὰ τὴν ἐπὶ τὸ γένος ἀνα-φοράν. Α ὅτι ἐκεῖνα καθ' ἃ λέγεται, οἷον, τὸ ἀνακεῖσθαι, καὶ καθῆσθαι, ἢ ἑστάναι, οὐκἔστι τῶν πρόςτι, ἀλλ' ὑπὸ τὸ κεῖσθαι ἀνάγεται. εἰ γὰρ ἀπὸ τῆςστάσεως τὸ ἑστάναι, καὶἀπὸ τῆς καθέδρας τὸ καθῆσθαι, οὐδὲν δὲ παρώνυμον τῆς αὐτῆς κατηγορίας ἐστὶν ἐκεί-νω, ἀφ' οὗ παρωνόμασται. ὥσπερ ὁ γραμματικὸς, οὐκ ἔστιν ἐν τῆ αὐτῆ κατηγορία, ἐν ἡκαὶ ἡ γραμματική. εἴπερ αὐτῆ μὲν, ὑπὸ τὴν ποιότητα. ἐκεῖνος δὲ, ὑπὸ τὴν οὐσί-αν. οὕτως δὲ καὶ ἡ μὲν στάσις, ὑπὸ τὸ πρός τι. τὸ δὲ ἑστάναι, ὑπὸ τὸ κεῖσθαι. διὰ γοῦντὸ ἑστάναι, καὶ τὰ τοιαῦτα παρακείμενα τηστάσει καὶ τοῖς ὁμοίοις, οὐδι' αὐτὰ ταῦ-τα, ἀλλὰ διὰ τὴν θέσιν ὡς ἐναργεστέραν ὑπὸ τὸ πρός τι ἀνήγαγε. τὸ γὰρ ἀνακεῖσθαικαὶ ἑσταναι, οὐκ ἔστι θεσις. διὸ, οὐδὲ πρός τι. ἀλλὰ κατὰ τὸ πρός τι γινονται. τὸ γὰρκείμενον, οὐθέσεικεῖται, ἀλλ' ἐν θέσει. διὸ, οὐδὲ ἡ στάσις, οὔτε ἡ ἀνάκλισις, οὔτεἡ καθέδρα κεῖσθαι λέγόνται. ἀραοῦν αιτιόν ἐστι τὸ παρωνύμως λέγεσθαι, ἢ οὐ παν-τως τοῦτο. καὶ γὰρ τὸ πτερὸν καὶ τὸ πτερωτὸν, παρωνύμως τὸ ἕτερον ἀπὸ ἑτερου λέγεται. καὶ ὅμως ἄμφω ἐν τῆ αὐτῆ ἐστὶ κατηγορία. ἀλλ' ἐπειδὴ ἄλλης κατηγορίας γίνεταιτὸ παρονομαζόμενον. οἷον ἀπὸ τῆς ἀνακλίσεως, τὸ ἀνακείμενον. ἀκριβέστερον οὖν διαι-ρούμενοι τὰ παρωνυμα, οὐκ ἐροῦ μεν εἶναι ὑπ' ἄλλην κατηγορίαν, εἰ μὴ ὅταν ἐξίστη-ται εἰς ἄλλογένος. Δια τί δὲ εἴπεν, ἔστι δὲ κατὰ τοιάδε τῶν προσ τι. Η ἐπειδὴ τῶν κατηριθμημένων, τὰ μὲν, καὶ ἐν τῆ ποιότητι ἦν, ὡς ἕξις. καὶ διάθεσις. καὶ αἴσθησις. καὶἐπιστήμη, καθόσον ποιά. ἡ δὲ θεσις, πρὸς τὸ κεῖσθαι συγγενῶς ἔχει. μνημονεει δὲαὐτῶν, ὡς καὶ ἐν τοῖς πρός τι ὄντων. διὰ τοῦτο καὶ τῶν πρός τι εἵπε τὰ τοιάδε. ταῦ-τα μὲν, τὰ περὶ τὴν λέξιν. οἱ δὲ στωϊκοὶ ἀνθ' ἑνὸς γένους, δύο κατὰ τὸν τόπον τοῦ-τον ἀριθμοῦνται. τὰ μὲν, ἐν τοῖς πρός τιτιθέντες. τὰ δὲ, ἐν τοῖς πρός τίπωςἔχουσι. καὶ τὰ μὲν πρός τι, ἀντι διαιροῦσι τοῖς καθ' αὑτὰ. τὰ δὲ πρός τίπως ἔχον-τα, τοῖς κατὰ διαφοράν. πρός τι μὲν λέγοντες, τὸ γλυκυ καὶ πικρὸν, καὶ τὰ τοι-αῦτα. καὶ ὅσα τοιῶς δε διατίθησι. πρός τι δέπως ἔχοντα, οἷον δεξιον. πατέρα.καὶ τὰ τοιαῦτα. κατὰ διαφορᾶν δέφασι, τὰ κατά τι εἶδος χαρακτηριζόμενα. ὥσ-περ οὖν ἄλλη τῶν καθ' αὑ τὰ ἔννοια, καὶ ἄλλη τῶν κατὰ διαφοράν, οὕτως ἄλλα μὲν τὰπρός τι ἐστὶν, ἄλλα δὲ τὰ πρός τίπως ἔχοντα. ἄντε στραμμένη δέ ἐστι τῶν συξυγιῶνἡ ἀκολουθία. τοῖς μὲν γὰρ καθ' αὑτὰ, συνυπάρχει τὰ κατὰ διαφοράν. καὶ γὰρ