Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

δὲ βουληθεὶς τὸ ἕτερον αὐτῶν πρός τι ὃν ἐπιδεῖξαι, οὕτως φίω. Οτι περ ἂν ἕτερονἢ συμβεβηκεν ἐξ ἀνάγκῆς ἑτέρου τοῦτο αὐτὸ ὅπέρ ἐστιν εἶναι. πληθυντικῶς δὲ εἰπόν-τος τοῦ ἀριστοτέλους, πρός τι δὲ τὰ τοιαῦτα λέγεται, οἱ περὶ τὴν ἀχαικὸν καὶ σατίωνα ὠή-θησαν μὴ ὥσπερ οὐσίαν, καὶ οὐσίας, καὶ ποσὸν καὶ ποσᾶ, καὶ ἑνικῶς καὶ πληθυντικῶς λέγομεν,οὕτως καὶ ἐπὶ τῶν πρός τι, τὸ πρός τι καὶ τὰ πρός τι λέγεσθαι, ἀλλὰ μόνον πληθυντικῶς.οὐδὲ γὰρ ὡς μία οὐσία ἐστὶ τὸ ζῶον οὕτως καὶ τὰ πρός τι ἐν ἑνί ἐστιν, ἀλλ' ἐνπλείοσιν. οἷο πατῆρ. υἱὸς. ἡμισυ. διπλάσιον. τὰ γὰρ πρὸς ἄλληλα, οὐκ ἔστιν ἐν. οὐδ' ἄντις εἴποι τὸ πρὸςἄλληλα, ἀλλὰ μόνως τὰ πρὸς ἄλληλα, οὕτως οὖν οὐδὲ τὸ πρός τι, ἀλλὰ μόνως τὰ πρός-τι. ταῦτα δὲ ἐπιστήσαντες οὗτοι, τοὺς παλαιοὺς τῶν κατηγοριῶν ἐξηγητὰς αἰτιῶνται,βοηθὸν, καὶ ἀρίστωνα, καὶ εὕδωρον, καὶ ἀνδρόνικὸν, καὶ ἀθηνόδωρον. μήτε ἐπιστήσανταςμητε ἐπισημηναμένους, ἀλλὰ καὶ τοῖς ὀνόμασι συγκεχυμένως χρησαμένους. καὶ ἑνι-κῶς ἐκφέροντὰς ἐνίοτε τὸ πρός τι, τοῦ ἀριστοτέλους πληθυντικῶς ἀεὶ προφερομέ-νου. Εστι δὲ καὶ τὰ τοιαῦτα τῶν πρόςτι. καὶ πάλιν, ἡ διάθεσις τῶν πρός τι. καὶ πάλιν,ὑπάρχει δὲ καὶ ἐναντιότης ἐν τοῖς πρόςτι. καὶ ἐναντίον ἑκάτερον τῶν πρόςτι. καὶ ἑξῆς.οὔπασι δὲ τοῖς πρός τι ὑπάρχει ἐναντίον. καὶ ἐφεξῆς καθόλον τὴν λόγον, πληθυντικῶςαὐτῶν μέμνηται, καὶ οὐδαμοῦ ἑνικῶς. καν γὰρ λέγη, οὐ μὴν τοῦτόγε ἐστὶν αὐτοῖς τὸ,πρός τι εἶναι, οὗχενικῶς λέγει τὸ πρός τι, ἀλλὰ τὸ εἶναι. ὡς εἰ ἔλεγεν, οὐ μὴν τοῦ τόγεἐστὶ τὸ εἶναι τοῖς προστι. τούτους δὲ τοὺς λόγους ὁ μὲν πορφύριος ὡς ἀρεσκόμενος, ἀναγρά-φει. ὁ δὲ ἰάμβλιχος, μάχεται φησ τὸ τοιοῦτον καὶ πρὸς τὴν ὀρθον λόγον, καὶ τὴν τῶν παλαιῶνσυνήθειαν. καὶ γὰρ πληθυντικῶς καὶ ἑνικῶς αὐτῆ χρῆται. ὡς δῆλον ἀπὸ τῶν ἀρχυτείωντε καὶ τῶν ἀριστοτελικῶν λέξεων. καὶ ὧν βόηθος καὶ οἱ ἄλλοι μιμούμενοι τοὺςπαλαιοὺς προφέρονται, ἐπίσης ἀμφοτέροις χρώμενοι τοῖς ὀνόμασι. καὶ ὁ λόγος δὲ ἀξι-οἱ πᾶσαν κατηγορίιαν, καὶ ἐνεἶναι καὶ πολλα. καὶ ἐν μὲν, καθόσον ἐστὶ γένος. πολλὰ δὲ, κατὰτὸ πλῆθος τῶν περιεχομένων ἐν αὐτῶ. καὶ τὰ πρόστιοῦν, κατὰ μὲν τὸ πλῆθος τῶν ἐχοντεισχέσιν καὶ πρὸς ἄλληλα λεγομένων, πολλὰ ἔσται. κατὰ δὲ τὴν μίαν σχέσιν τὴν ἐν τοῖς πλείοσινὡσαύτως ἐν ὑπάρχουσαν, καθ' ἓν νοεῖται. κατὰ γὰρ τοῦτο, καὶ μια αὐτῶν ἡ κατηγορία.προς τίθησι δὲ καὶ ὅτι πᾶσα σχεσις ἐνπλείοσι θεωρουμένη, ἐν μιᾶ ἰδιότητι σχετικῆἀφορίζεται. εἰ δὲ ὥσπερ οὐ δυνατὸν ἑνικῶς λέγειν τὸ πρὸς ἄλληλα, οὕτως οὐδὲ τὸ πρός τιοὐδὲν θαυμαστόν. τὰ γὰρ μετέχοντα τῆς σχέσεως λαμβάνομεν, καὶ οὐκ αὐτὴν τὴν σχέσιν.δεῖ δὲ μήτε τῆ τῆς συνηθείας ἀνωμαλία προσέχει.νοῦν τὸν βουλόμενον κατὰ τὴν φύσιντῶν ὄντων διαιρεῖσθαι τὰς κατηγορίας. καὶ γὰρ πολλὰ μὲν ἐνικάοντα τῆ φύσει, πληθυν-τικῶς λέγεται. ὡς ἀθῆναι, καὶ θῆβαι. πολλὰ δὲ πληθυντικά ὄντα τῆ φύσει, ἐνικῶς λέγεται.ὡς στρατὸς, καὶ φυλή. καὶ αὐτὸς δὲ ὁ ἀριστοτέλης ἐν ἀρχῆ μὲν ὅταν τὰς κατηγορίας ἀπηρι-θμεῖτο, ἑνικῶς μᾶλον δοκεῖ λέγειν. ὥσπερ καὶ τὰ πρὸ αὐτοῦ. ἤτοι οὐσίαν σί, ἢ ποσὸν, ἢποιὸν, ἢ πρός τι. καὶ πάλιν πρόςτι δὲ, οἷον διπλάσιον. ἥμισυ. ἐνταῦθα δὲ, πληθυντι-κῶς τὰ πρός τι λέγει. ὅτι σαφέστερον τοῦτο ἐστὶ πρὸς τὴν μάθησιν. διὰ γὰρ τῶν ἐχόντωντὴν σχέσιν, καὶ αὐτὴ ἡ σχέσις εὐκόλωτέρα φαίνεται. ταῦτα μὲν οὖν καὶ τὰ τοῦ ἰαμβλίχου.Ε γ