τὸ μέτρον, ποσὸν καὶ ἀρχὴ καὶ γένος ἐστὶ τῶν ποσῶν πάντων. ὡς δὲ πρὸς τὸ μετρούμενον,πρός τιὰν εἴη. οὕτως δὲ καὶ τὸ τῆς κινήσεως μέτρον ὁ χρόνος. ὡς μὲν καθ' αὐτὸ, ποσὸνἂν εἴη τί καθοτι μέτρον. ὡς δὲ πρὸς τὴν κίνησιν, πρός τι. καὶ οὐδὲν ἄτοπον κατ' ἄλλας καὶἄλλας ἐννοίας, εἰς διαφόρους κατηγορίας ἀνάγεσθαι. μετὰ δὲ τὸν χρόνον, περὶ τοῦτοπουδιὰ ποροῦσιν εἰπεριεκτικός ἐστι σώματος. ἢ ὡς οὐσιώδης ποιότης συμπληρωτικὴ τῆςοὐσίας ἐστὶ, καὶ οὐκ έτι ποσόν. ἢ εἰκα τ' αὐτὴν τὴν σχέσιν θεωρεῖται μόνην, τῶ πρός τι ἀπο-δοθησεται. κανταῦθα δὲ, τὸ αὐτὸ ῥητέον. ὅτι κατὰ μὲν τὴν διάστασιν, καθόσον πέρας ὸντοῦ περιέχοντος, καθὸ περιέχει τὸ περιεχόμενον, ἐπιφάνειά ἐστιν ὁ τόπος, καὶ κατὰοδδεητοσουτον ποσὸν αὐτὸν ἀνάγκη λέγειν. κατὰ δὲ τὴν πρὸς τὸ περιεχόμενον σχέο-θαυμαστὸν, εἰ καὶ ὁ τόπος εἰς τὸ πρός τι ἀνάγοιτο, ὥσπερ καὶ ὁ χρόνος. μέχρι μν οὖν τού-του, προῆλθον αἱ πρὸς τὴν πρώτην τοῦ ποσοῦ διαίρεσιν ἀπορίαι τε καὶ λύσεις. Οδὲθεῖος ἰάμβλιχος κἀνταῦθα τὴν ἑαυτοῦ θεωρητικὴν ἐπιστήμην παραδεικνὺς, τὰςπρώτας ἀρχὰς ἡμῖν τῶν τε δύο τοῦ ποσοῦ εἰδῶν καὶ τῆς μιᾶς ἀμφοῖν περιοχῆς ἐμφαίνων, ὡ δίπως γέγραφεν. Επει δὴ γὰρ ἡ τοῦ ἑνὸς δύναμις, ἀφ' οὗ πᾶν τὸ ποσὸν ἀπογεν-νάται, διατείνεται δι' ὅλων ἡ αὐτὴ, καὶ ὁρίζει ἕκαστον προίουσα ἀφ' ἑαυτῆς. ἡὁ διήκει παντάπασιν ἀδιαιρέτως, τὸ συνεχες ὑπίστησι. καὶ ἡ τὴν πρόοδον ποιεῖται μίανκαὶ ἀδιαίρετον καὶ ἄνευ διορισμοῦ. ἡ δὲ προίουσα ἴσταται καθ' ἕκαστον τῶν εἰδῶν, καὶ ἡ ὁρί-ζει ἕκαστον, καὶ ἕκαστον ἐν ποιεῖ, ταύτη τὸ διωρισμένον παράγει. κατὰ δὲ τὴν περιέχου-σανἅμα τὰς δύο ταύτας ἐνεργείας, μίαν κυριωτάτην αἰτίαν τὰ δύο ποσὰ παράγει.καὶ κατὰ μὲν τὴν πανταχοῦ ταυτότητα, καὶ ὅλην ἐφ' ἑκάστων τε τῶν μορίων, καὶ ἐπὶἢ πάντὴν τὸ συνεχὲς ἀπεργάζεται. κατὰ δὲ τὴν ἐφ' ἕκαστον αὐτῶν πρὸς ἑαυτὰ ταὐτότητα,καὶ κατὰ τὸ ἐν ἑνὶ ἑκάστω ὅλην εἶναι, τὸ διωρισμένον ἀπογεννά. καὶ κατὰ μὲν τὴν ἐν ἀλλήλλοιςἕνωσιν, τῶν νοητῶν ποσῶν, τὸ συνεχές. κατὰ δὲ τὴν δια κεκριμένην αὐτῶν ἀπ' ἀλλήλωνἕνωσιν, τὸ διωρισμένον ὑφίστησι. καὶ κατὰ μὲν τὴν ἑστῶσαν αὐτοῦ ἐνέργειαν, τὸ διωρισμέ-νον. κατὰ δὲ τὴν προῖ οῦσαν, τὸ συνεχὲς δημιουργεῖ. ἐπεὶ δὲ ἅμα καὶ μένει καὶ πρόεισι,ἡ τὰ δύο ἀπογεννᾶ. περιέχει γὰρ ἡ τῶν νοητῶν μέτρων δύναμις, ἅμα ἀμφότερα τὰ μέ-νοντα καὶ προίόντα ἐνενὶ τῶ αὐτῶ. ὅθεν δὴ, εἴτις τοῖς νοη τοῖς καὶ θείοις μέτροις τὰἕτερα τούτων νέμει, εἰ μὲν τὰ ἀκίνητα μόνα, ὑπὸ περιπατητικῶν παρακρουσμάτωνἐξηπάτηται. εἰ δὲ τὰ προίόντα, ὑπὸ στωικῶν. Ε τι τὰ μὲν, ἐκθέσιν ἐχόντων πρὸς ἄλ-ληλα. ἕως τοῦ, τῶν δὲ ἄλλων οὐδὲν αὐτὸ καθ' ἑαυτὸ ἀλλ' ἢ ἄρα κατὰ συμβεβηκός. Πετὰτὴν πρώτην τοῦ ποσοῦ διαίρέσιν, καὶ ἑτέραν ἐπάγει. καθ' ἣν τὰ μὲν, ἐκθέσιν ἐἔχοντεςεήθη δὲ καὶπρὸς ἄλληλα τῶν ἐν αὐτοῖς μορίων συνέστηκε. τὰ δὲ οὐκ ἐξ ἔχόντων θέσινταύτης, διὰ τὸ μίαν μὴ ἐπιδέχεσθαι τὰς ὅλας διὰ φορὰς. καὶ γὰρ πᾶν μὲν τὸ ἐκθέσινἐχόντων, συνεχές ἐστιν. οὐκ έτι δὲ τὸ συνεχὲς πᾶν ἐκθέσιν ἔχόντων. ὁ γὰρ χρόνος οὐκ ἔχειθέσιν. καὶ ἀνάπαλιν δὲ. πᾶν μὲν τὸ διωρισμένον, οὐκ ἔχει θέσιν. οὐκ ἔτι δὲ πᾶντομίἔχον θέσιν διωρισμένον ἐστί. πάλιν γὰρ ὁ χρόνος μὴ ἔχων θέσιν, διωρισμένος οὐκ ἔστι.παρείληπται γοῦν καὶ ἡ δευτέρα διαίρεσις. ὥστε τὰς ὑπὸ τῆς προτέρὰς παραληφθεί-
Einzelbild herunterladen
verfügbare Breiten