Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

τὰ ἄλλα ὑπάρχει. καὶ οὐδενὶ τῶν ἄλλων τὸ ἐπιδέκτικὸν πρόσεστιν. οὐδὲ γὰρ πρὸς τὴν οἰκείανὑπόστασιν ἑαυτοῖς ἐξαρκεῖ τὰ συμβεβηκότα. διὸ οὐδὲ ὑπόκειται οὐδενὶ, ἄλλ' ἑτέραςὑποβάθρας προσδεῖται. διὸ, οὐδὲ δέχεται ταῦτα τὰ ἐναντία. τὸ μὲν γὰρ ὑποκείμενον,ὑποβάθρας προσδεῖται. οἷον τὸ σῶμα λευκὸν καὶ μέλαν γίνεται τὸ αὐτομένον. τὸ δὲλευκὸν, ἐξίσταται τοῦ μέλανος ἐπιγινομένου. καὶ τὸ μὲν ζῶον καὶ ἄνθρωπος, ἐπει-δὴ ἐνυπομένει, δέχεται τ ἀναντία καθόσον εἰσὶν οὐσίαι ἐν τῶ τινὶ ἀνθρώπω. τὸ δὲ χρῶ-μα, οὐχ ὑπομένει. διὰ τοῦτο οὐχ ὑποδέχεται. ὅταν γὰρ ἀπίη τὸ λευκὸν, συναπέρχεταιμετιαὐτοῦ καὶ τὸ χρῶμα, καὶ οὐκέτι ἐστι. καὶ ἅμα τῶ παραγίνεσθαι τὴν μελανίαν, παραγίνεταιμετ' αὐτῆς χροια. εἰ μὴ τοῦτο ἐστιν ὅτε περιέστιν. οὐ μέντοι μόνον τὰ χρώματαεἰσιόντα καὶ ἐξιόντα δέχεσθαι, ἀλλὰ τοῦτο φασὶ συμβεβηκός ἐστι περὶ τὴν οὐσίαν. ὁδὲἐστιν οὐσία, οὐκ εἴρηται. τῆς αἰσθη τῆς οὐσίας συμπεφορημένης οὔσης, καὶ ἐν ἄλλωτὸ εἶναι ἐχούσης, καὶ τὰ ἰδιώματα ἔσται τοιαῦτα, ποια ἐστιν φύσις αὐτοῖς. δὲ ζη-τῶν αὐτὸ τὸ εἶναι, ἀόρατόντι ζητεῖ καὶ κρεῖττον. κατὰ τὴν αἰσθητὴν οὐσίαν. ἐπὶ πασιταυτὸν ὑπάρχει οὐσίας εἶδος. διόπερ ἐφ' ἑκάστου καὶ ἐπὶ τοῖς κοινοῖς καὶ ἐπὶ τοῖς ἁπλοῖςκαὶ ἐπὶ τοῖς συνθέτοις τὸ εἶναι λέγεται ἐφ' ἑκάστου τῶν ἐννεα. τὸ γὰρ λευκὸν κατὰ μετά-ληψιν τοῦ ὄντος, λευκὸν εἶναι λέγεται. Αλλ' εἰ αἰσθητή φασὶν οὐσία οὐκ ἄνευμεγε-θους οὐδὲ ἄνευ ποιότητος, τιῶς ἔτι τὰ συμβεβηκότα χωρίζομεν. οἷον θερμὸν. ξηρόν.τί γὰρ ἔσται οὐσία. ποιαὶ γὰρ οὐσίαι αὗται. τί οὖν ἐστι περὶ ἡποια οὐσία, δηλον ὅτι τὸὑποκείμενον. Εσται οὖν τὸ πυρ οὐχ ὅλον οὐσία, ἀλλά τι αὐτοῦ, οἷον μέρος. τοῦτο δέ ἔσται, οἷονΑ ὕλή. καὶ οὕτος δη λόγος, δύο ψευδῶς λαμβάνει. ἐν μὲν, διό τι τὸ σύμμικτον καὶ συμπεενον τῆς ἐνταῦθα οὐσίας ἀποδιαλαμβάνων θεωρεῖ. καὶ τοι μηδαμῶς ὑφεστηκὸςκατ' ἰδιαν ἕκαστον, ἀλλ' ἐν ἀλλήλοις καὶ μετ' ἀλλήλων πάντων ἐχόντων τὸ ὁπωσοῦν ὑφέ-στάναι. δεύτερον δὲ, διότι τὸ θερμὸν, καὶ τὸ ξηρον, καὶ τὰς κατ' εἴδη καὶ διαφορὰς ὡς ποιό-τη τὰς λαμβάνει, καὶ τὴν κατὰ τὸ εἶδος οὐσίαν, οὐ προσποιεῖται ἐν τῶ λόω. ἀπὸ γὰρ τού-των πάντων εἰς τὴν ἀτοπίαν προῆλθε, τοῦ ομίζειν εἶναι τὴν ὕλην κυρίως οὐσίαν. καὶ ἀρχύτὰς δὲ, τὸ αὐτοίδιον τῆς οὐσίας ἀποδέδωκε λέγων. Τὰς οὐσίας ἰδιον ὑπάρχειν, τὸτὰν αὐτὰν καὶ μίαν ἀριθμῶ διαμένοισαν τῶν ἐναντίων δεκτικὰν μεν. ἐναντίον μὲνὕπνω, ἐγρηγόρσις. τὰ χυτά τι δὲ, βραδυτὰς. ὑγεία δὲ, νόσος. καὶ αὐτὸς ἄνθρωπος καὶεἷς ἀριθμῶ γίνται δεκτικὸς τούτων. καὶ γὰρ ἐγρήγορε. καὶ εύδει. καὶ βραδιόνως καὶ ταχιόνως κι-νεται. καὶ ὑγιαίνει δὲ καὶ νοσεί. καὶ τῶν τούτοις ὁμοίων δεκτικὸς ἐν τί. οὐ κατὰ τὴν αὐτὸν δὲ χρό-νον. Ενδὲ τούτοις, τό, τε ἰδιωματῆς οὐσίας εἴρηται τὸ αὐτὸ, καὶ τὴν αἰτίαν τῆς ἀνὰμέροςμεταβολῆς τῶν ἐναντίων εἶπε, διὰ τοῦ, οὐ κατὰ τὸν αὐτὸν δὲ χρόνον. καὶ ἔτι τὰς ἀπορί-ας ἔλυσετὰς ἀπὸ τῶν συμφύτων καὶ ἀεὶκινουμένων, καὶ ἀειόντων προσαγομένας. πά-σαι γὰρ αὗται, οὐ κατὰ χρόνον παραγίνονται. τὰς δὲ ἀπὸ τῶν γενῶν ἀμφισβητήσεις, ἔλυσεπροσθεὶς, τὸ, διαμένοισαν. ἐπεὶ ἐκεῖναγε οὐ διαμένει. οὐ γὰρ τὸ ἐν τῶ λευκῶ χρῶμαδέχεται τὸ μέλαν, ἀλλ' ἐξίσταται μετὰ τοῦ λευκοῦ. καὶ οὐκέτι τὸ αὐτὸ διαμένει. δὲἰαμβλιχος, πυθαγορικώτερον καὶ διὰ πάσης οὐσίας κατὰ ἀναλογίαν διατεῖνον τὸ ἰδίωματΤ β