Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

καὶ λογικὸν, καὶ θνητὸν, εἰ μὴ πάντα ταῦτα τάδέ ἐστιν. Η ὅτι τὰ εἴδηκαταχθέντα,λέγομεν ταδέ τινα εἶναι. ὁδὲ λόγος ἦν περὶ τῶν καθ' αὑτὰ ἐπινοουμένων. Αλλὰκατὰ τί λέγομεν τόδέ τι τὴν ἄτομον οὐσίαν. πότερον κατὰ τὸ εἴδος, ἢ τὴν ὕλην, ἢ τὸΕι ῖ εἐξ ἀμφοῖν, Πφησομεν κατὰ πάντα. ἀλλὰ κατὰ μὲν τὴνυλην καθόσον ὑπόκειται καὶ εἰς ἐνέργείαν ἡκει τοῦ δέχεσθαι τὸ εἴδος. κατὰ δὲ πλάτωνα, καὶ μὴ ὡς ἐξισταμένην τς οἰκείαςφύσεως. κατὰ δὲ αὐτὸ εἴδος καθόσον ὥρισται, καὶ ἕν ἐστιν ἀριθμῶ. καὶ γὰρ ὁ βοηθὸς τὸ ἓν κατὰτόδε ἀφορίζει. εἰ δέ τις τὴν ὕλην ἀόριστύνουσαν, μηδαμῶς τόδέ τιειναι φησίν, ἀναμνή-σομεν αὐτὸν, ὡς οὐ περὶ τῆς ἀσχέτουὕλης ἐστιν ὁ παρὼν λόγος, ἀλλὰ τῆς ἤδη σχέσιν ἐχούσης πρὸς τὸ εἶδος. τὸ δὲ σύνθετον δηλονότι ὁπέρ ἐστι τὸ ἀτομὸν, ἐπιδέχεται τὸ τόδε.εἰ δέ τις οὐ πραγματικὴν εἶναι λέγοι διαφορὰν ἐν τῶ τόδε καὶ τοιόνδε, ἀλλὰ σημασίαςλεκτικῆς ἰδιώματα, τὸ μὲν, τοῦ παρεῖναι τι καὶ ὡρισμένως ἀφορίζειν τὴν διάνοιαν σημεῖον γινόμενον. τὸ δὲ τοιόνδε, ὡς ὅμοιον τῶδεδηλοῦν, ἐροῦμεν καὶ πρὸς τοῦτο τὴνὡρισμένην καθ' ἐν οὐσίαν διαφέρουσαν προυπάρχειν, καὶ τὴν ταύτότητα καὶ ὁμοι-ὅτητα τοῦ λόγου τὴν ἐπὶ ταῖς πολλαῖς οὐσίαις προηγεῖσθαι. καθ' ἃς καὶ ἡ σημασίαἔχει χώραν. διό τι γάρἐστιν ὡρισμένως, διὰ τοῦτο ὡρισμένως λέγεται. ἀλλ' οὐκ ἀνάπαλιν.ὅληδὲ ἡ ἔφοδος ἡ ἀπὸ τῶν λεγομένων ἐπὶ τὰς οὐσίας, κατὰ μὲν τοὺς πυθαγορείους, ἔχεταιἀληθείας, ἐπειδὴ συμφυὴ τὰ λεγόμενα τοῖς πράγμασιν ἐτίθεντο. κατὰ δὲ τοὺς συνθη-κυν ἄλλως λέγον τὰς εἶναι τὰ μόρια τῆς λέξεως, ἀλλοτρίως πρόεισιν ἀποπίπτουσατῆςἀρχῆς τῶν κατηγοριῶν, ἀφ' ἡ ςὥρμηνται κατ' ἀλήθειαν. Αξιον δὲ ζητεῖν κατὰτους ὑπόστασιν διδόν τας τοῖς εἴδεσι καὶ γένεσιν εἰρηθήσεται τάδε εἶναι. καὶ γὰρ καὶχρύσιππος ἀπορεῖ περὶ τῆς ἰδέας, εἰ τόδέ τι ῥηθήσεται. συμπαραληπτέον δὲ καὶ τὴνσυνήθείαν τῶν στωικῶν, περὶ τῶν γενικῶν ποιῶν. πῶς αἱπτώσεις κατ' αὐτοὺς προφέ-ρονται, καὶ πῶς οὔτινα τὰ κοινὰ παρ' αὐτοῖς λέγεται. καὶ ὅπως παρὰ τὴν ἄγνοι-αν, τοῦ μὴ πᾶσαν οὐσίαν τόδέ τι σημαίνειν. καὶ τὸ παρὰ τὸν οὔτινα σόφισμα γίνεται.παρὰ τὸ σχήμα τῆς λέξεως. οἷον εἴτις ἐστὶν ἐν ἀθήναις, οὐκ ἔστιν ἐν μεγάροις. ὁ γὰρ ἄνθρωπος, οὔτις ἐστὶν. οὐ γάρ ἐστι τίς ὁ κοινός. ὡσ τινα δὲ αὐτὸν ἐλάβομεν ἐν τῶ λόγω. καὶπαρὰ τοῦτο, τὸ ὄνομα τοῦτο ἔσχεν ὁ λόγος, οὔτις κληθείς. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦδε τοῦσοφίσματος ἐστὶν. ὁ ἐγὼ εἰμί, συούκει. ἄνθωπος δὲ εἰμὶ ἐγὼ, ἄνθρωπος ἄρα συ οὐκ εἶ-καὶ γὰρ ἐπὶ τούτου τοῦ σοφίσματος, τὸ μὲν ἐγὼ καὶ συ, ἐπὶ τῶν ἀτόμων λέγεται. ὁ δὲἄνθρωπος, ἐπ' οὐδενὶ τῶν ἐν μέρει. γέγονεν οὖν ἡ παραγωγὴ, διότι τὸ οὔτινι ὡς τινὶἐχρήσατο. ἀλλὰ τούτων μὲν, ἄλις. ἐπὶ δὲ τὰ ἑξῆς ἰτέον. Ιπάρχει δὲ ταῖς οὐσίαις,καὶ τὸ μηδὲν αὐταῖς ἐναντίον εἶναι. ἕως τοῦ, τῶν ἀφωρις μένων οὐδὲν οὐδενί ἐστιν ἐναντίον.Εἐπ' ἄλλομεταβαίνει τῶν κοινῆ καὶ ἀλλήλοις ὑπαρχόντων, τὸ δέχεσθαι ἡ μηχεδέσθαι ἐναντί-ωσιν ζητῶν, εἴπερ ὑπάρχει ταῖς οὐσίαις τὸ μὴ ἔχειν τί ἐν ἀντίον. καὶ τοῦτο δείξας ὅτι οὐκἔστινίδιον αὐτῆς, δείκνυσιν ἐκ τοῦ καὶ τῶ ποσῶ ὑπάρχειν. ἀλλ' ὅτι μὲν ὑπάρχει τὸ μηδὲν ἐναντίον εἶναι ταῖς οὐσίαις, δείξαις ἄν ἐκ τῶν δὲ ἐναντία, ὑφ' ἐν γένος ἀεὶ ὑποτάττεται. ἡ δὲ οὐσία, οὐδὲ ἔχει ἀνωτέρωγένος ἐνὧ ἔπρτα χθήσεται. καὶ τὰ μὲν ἐναντίασχέσι τἔχει πρὸς ἄλληλα.