ἔτι δὲ σπουδάζει ἵνα μὴ ἐλαττωθῆ τῶν πρώτων οὐσιῶν τῶν συνθέτων ἡ πρώτως κινητικἡ οὐσία, σχέσιν αὐτῆ πρὸς ταύτας διδόναι. αἰτία γάρφησι τῶν οὐσιῶν τῶν ἔχουσῶν τὰ ἐν ὑποκειμένω, ἡ μάλιστα ἂν εἴη οὐσία. τὸ δὲ, οὐ χούτως ἔχει. οὐ γάρ ἐστιν ὅπωςἡ νοητη καὶ πρώτως κινητικὴ οὐσία, ἀπὸ τῆς πρὸς τὰ σύνθετα καὶ ἔνυλα σχέσεως, τὸμάλιστα οὐσία εἶναι παραλαμβάνει, ἀλλὰ τοὐναντίον ἐκ τοῦ χωριστήεἶναι ἀπο παν-των. ἀρχύτας δὲ ὁπυθαγόρειος, οὐ προσίεται τὴν νυνὶ προκειμένην τῶν οὐσιῶν δι-αίρεσιν, ἀλλ' ἄλλην ἀντί ταύτης ἐκεῖνος ἐγκρίνει, λέγων. Τᾶς τε γὰρ ὡσίας ἐν τὶ δια-φοραὶ τρεῖς. ἅ μὲν γὰρ, ἐν ὕλα. ἁδὲ, μορφᾶ. ἁ δὲ, συναμφότερον ἐκ τούτων. Αύτη δὲἡ διαίρεσις, κατ' αὐτὸν γέγονε τὸν τῆς οὐσίας λόγον. καὶ ἐπὶ πάντα διατείνει, καὶ κατὰφύσιν χρῆται τῆ διακρίσει τῶν οὐσιῶν. ἀλλ' οὐχὡς ἡ ἀριστοτελικὴ διαίρεσις, τῆς συ-νηθείας μόνης ἔχεται τῶν σημασιῶν. μαρτυρεῖ δὲ καὶ ἀριστοτέλης ἐν τοῖς ἀκριβεστάτοις ἑαυτουσυγγράμμασι ταύτη χρώμενος τῆ διαιρέσει. ὥσπερ ἔντε τῆ φυσικῆ ἀκρο-άσει, καὶ τῆ μετα τὰ φυσικὰ. τῶν μέντοι πυθαγορείων, οὐδεῖς ἂν πρόσοιτο ταύτηντὴν διαίρεσιν τῶν πρώτων καὶ δευτέρων οὐσιῶν. ὅτι τοῖς καθόλου τὸ πρώτως ὑπάρ-χειν μαρτυροῦσι. τὸ δὲ ἔσχατον, ἐν τοῖς μεριστοῖς ἀπολείπουσι. καὶ διότι ἐν τοῖς ἁ-πλουστάτοις τὴν πρώτην καὶ κυριώτάτην οὐσίαν ἀποτίθενται. ἀλλ' οὐχ ὡς νῦν λέγεταιἐν τοῖς συνθέτοις καὶ αἰσθητοῖς. καὶ διό τι τὰ γένη καὶ τὰ εἴδη ὄντα νομίζουσιν. ἀλλ' οὐχὶσυγκεφαλαιούμενα ταῖς χωρισταῖς ἐπινοίαις. πῶς οὖν ὁ ἀριστοτέλης, καί τοι γινωσκωνκαὶ τὴν κατ' ἀρχύταν τῆς οὐσίας διαίρεσιν, οὐκ ἐχρήσατο νῦν αὐτῆ. ἢ ὅτι τῆς λογικῆςπραγματείας οἰκεία μᾶλλον ἣν αὕτη ἡ διαίρεσις. ὑποκειμένων γὰρ καὶ κατηγορουμέ-νων ἁπλῶν φωνῶν παράδοσιν ἐν τούτοις ποιούμενος, εἰκότως καὶ ἐν τῆ οὐσία ἡν ὑπο-κεῖσθαι πᾶσιν εἶπέν, εὑρών τι κατηγορούμενον τὸ εἴδος καὶ τὸ γένος, εἰς ταῦτα τὴν διαιρεσιν ἐποιήσατο. Κοινὸν δὲ πάσης οὐσίας, τὸ μὴ ἐν ὑποκειμένω εἶναι. ἕως τοῦὥστε οὐκ ἂν εἴη ἡ οὐσία τῶν ἐν ὑποκειμένω. Διελὼν πόσαι καὶ τίνες εἰσὶν αἱ οὐσίαιἰς τὰ ὑπάρχοντα αὐταῖς τά τε κοινα καὶ τὰ ἰδια παραδοῦναι προτίθεται εἰκό-κὶ τιστι εἶτως. εἰ μὲν γρὴν ὅρον ἑκάστου τῶν γενῶν ἀποδιδόναι, ἤττον ἔδει φροντίζειν τῆς τῶν ὑπαρ-χόντων αὐτοῖς παραδόσεως. ἐκγὰρ τοῦ ὁρισμοῦ καὶ τὰ ὑπάρχοντα καὶ ἡ φύσις ὅλη κατε-φαίνετο. ἐπεὶ δὲ ὁρισμὸν οὐκ ἣν ἀποδιδόναι, ἀλλ' ὑπογραφην μόνον καὶ παραδείγμα-τα, εἰκότως τῆς τῶν ὑπαρχόντων ἔδεικατα νοήσεως. τῶν τε κοινῶν, καὶ μάλιστα τῶνἰδίων. ἵνα ἐκ τούτων ὡς ἐκ γένους καὶ διαφορῶν, οἷον ὁρισμός τις ἑκάστου τῶν γενῶν ἀπο-διδοῖτο. κοινὸς οὖν οὗτος ἀπολογισμὸς ἔστω ἐφ' ἑκάστου τῶν γενῶν, μετὰ τὴν δι-αίρεσιν τὰ ὑπάρχοντα τῶ γένει παραδιδόναι, τά τε κοινὰ καὶ τὰ ἰδια. καὶ πρῶτον τὰπρὸς ἄλλαγένη κοινα. ὁ δὲ ἰάμβλιχος οἶεται προηγουμένως ἐφ' ἑκάστου γένους τὸ ἰδιονζητεῖν, ὡς δυνάμενον ὁπωσοῦν ἂν ὁρισμοῦ τὴν φύσιν τοῦ ζητουμένου παραστῆσαι. ἐπειδὴδὲ συνεβαινε τὸ κυρίως ἴδιον ζητοῦντα ὁμόνω καὶ παντὶ ὑπάρχει μεριστῶς ἐφάπτεσθαιαὐτοῦ, ποτεμν τῶ παντι μὲν, οὐ μόνω δὲ ὑπαρχόντων ἀντιλαμβανόμενον. ποτε δὲ τῶ μόνωμὲν, οὐ παντὶ δὲ. διὰ τοῦτο τὰ μὲν διηρημένως τυγχάνοντα τῆς ἰδιότητος, ἀποδοκιμάζειΕα
Einzelbild herunterladen
verfügbare Breiten