Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

συναποδεικνύον. ἔστι δὲ ἡ ἀπόδειξις τοιάδε. εἰ γὰρ κατὰ μηδενὸς τῶν τινῶν ἀνθρώ-πων, οὐδὲ κατὰ ἀνθρώπου ἁπλῶς ὥσπερ τὸ πτηνὸν. εἰ δὲ κατὰ μηδενος τῶν κατὰμέρος ἀετῶν, οὐδὲ ἁπλῶς κατὰ ἀἑτοῦ. διὰ τὴν ἄτομον ἄρα οὐσίαν, ὑπόκειται καὶ τὸ εἶδοςτῶ γένει. ὁμοίως δὲ καὶ τὸ ἐν ὑποκειμένω, ἐν πρώτω τῶ ἀτόμω ἔνεστιν. εἶτα διὰ τού-του καὶ τῶ εἴδει ἐν ὑπάρχει. οἷον, ἡ γραμματικὴ, τῶ ἀριστάρχω πρώτως ἐγγίνεται. εἶταδιὰ τούτου, καὶ τῶ ἀνθρώπω. αἰτία ἄρα ἡ ἄτομος οὐσία ἐστὶ τοῖς ἄλλοις τοῦ εἶναι. καὶ τοῖς καθ'ὑποκειμένου λεγομένοις, καὶ τοῖς ἐν ὑποκειμένω οὖσιν. ὅταν δὲ λέγωμεν ἐν ὑπο-κειμένοις ταῖς πρώταις οὐσίαις τὰ ἄλλα εἶναι, οο, ποσόν. ποιόν. προστι. καὶ τὰ λοιπά,τοιαῦτα εἶναι καὶ τὰ ὑπάρχοντα νοητέον, οἷα ἐστὶ τὰ πρῶτα. ἀλλ' οὐχὶ τὰ πεπόν-θότα ἤδη καὶ διακείμενα. οἱν, λευκότητα καὶ θερμότητα. τὰ γὰρ πεπονθότα ἢ διακεί-μενα, καὶ κατὰ ταῦτα λεγόμενα, καὶ αὐτὰ λόγω καὶ ὀνόματι ἀληθεύεται. ἀληθὲς οὖν τὸν κύκνονλευκὸν εἰπόντες, ἀποδοῦναι ὅτι λευκότητα ἔχει. λόγος δὲ καὶ οὗτος τοῦ ὡσπεπον-θότος λευκου. τοῦτέστι τοῦ λελευκομένου. μέρος γὰρ γίνται τοῦ εἴδους ἤδη τὸ τοιοῦτον. ὥσπεροὖν τὸ εἶδος τοῦ ὑποκειμένου μέρος, οὕτως καὶ τὸ συντελοῦν εἰς τὸ εἴδος, ἔσται τοῦ αὐτοῦμέρος. καὶ ὁ λόγος οὖν ὁ τούτου ἐπαληθεύει κατὰ τοῦ ὑποκειμένου. διὰ ταῦτα οὐν ὁ τῶν εἴδηπεπονθότων καὶ τῶν ἁπλῶς λεγομένων, διάφορος γίνται τῆς κατηγορίας ὁ τρόπος. ἀλλ' εἰ ἡτομῆ φασί τῆς οὐσίας ὡς γένους εἰς εἴδη γέγονεν εἰς τὰς πρώτας καὶ δευτέρὰς οὐσίας.αῦὗται δέ εἰσιν αἱ παραδοθεῖσαι, παρεῖται ἡ κοινὴ οὐσία καὶ γενική. ἢ καὶ αὐτὴ λέγεται ἐν τῶ μὴἐν ὑποκειμένω. ἰδιον γὰρ τοῦτο πάσης οὐσίας. διό τι αὕτη ὑπόκειται καὶ ὥρισται. ὥστε πά-σα κατὰ τοῦτο ἀφορίζεται. ἰδιον δὲ καὶ τῆς μὲν δευτέρὰς, πρὸς τῶ κοινῶ τὸ καθ' ὑποκειμένουλέγεσθαι. τῆς δὲ πρώτης, πρὸς τῶ κοινῶ τὸ μὴ καθ' ὑποκειμένου. ὥστε πασῶν τῶνοὐσιῶν ἡ ὑπογραφὴ γέγον εν ἀπόδοσις. Αλλὰ πᾶσα το μὴ γένους φασν εἰς εἴδη γίνται. ἡ δὲπρώτη οὐσία, οὐκ εἴδος. μία γὰρ ἀριθμω ἡ αὐτή. πολλὰ δὲ ἀριθμῶ τὸ εἴδος. λύσις δὲτούτου, ὅτι αὐτὸ τὸ μίαν εἶναι ἀριθμῶ, κοινός ἐστι λόγος. ἴδιον δέ ἐστιν εἴδους, καὶ τὸ μητεκαθ' ὑποκειμένου, μήτε ἐν ὑποκειμένω λέγεσθαι. ὡς μὲν οὖν κοινὸς λόγος, κοινοποιεῖται.ὅτω μόνω δὲ συμβεβηκεν ὁ λόγος, οὐκ ἔστιν εἴδος. ἓν γὰρ ἐστὶν ἀριθμῶ. ἀλλ' εἰς ἄνισα φη-σιν ἡ διαίρεσις γέγονεν. ὅπερ ἀλλότριόν ἐστι τῆς εἰς εἴδη διαιρέσεως. ἢ οὐδὲ τοῦτο ἀλη-θὲς. ἀντίρῥοπαγάρ ἐστι τὰ καθόλου καὶ τὰ ἄτομα. καὶ ἀλλήλοις συντελεῖ πρὸς τὸ εἶναι.εὑρίσκονται δὲ αἱ μὲν ἄτομοι οὐσίαι, κατὰ τὰς ἰδιότητας τὰς ἀτμήτους τῶν ὄντων. αἱ δὲδεύτεραι οὐσίαι, κατὰ τοὺς οὐσιώδεις κοινοὺς λόγους τοὺς ἐπὶ τῶν αἰσθητῶν θεωρουμέ-νους. καὶ τοῦτο δὲ οὐκ ἄξιον παραλιπεῖν. ὅτι διασογραφία τίς ἐν τούτοις συνέβη. οὐδὲνγὰρ ἀριστοτέλης ἐκ περι ττοῦ τοῖς λόγοις προστίθησιν. ἀλλ' ἴσως ἔξω παραγεγραμμένηςτῆς ἄλλης γραφῆς, οἱ γράφοντες τὰ δύο εἰς τὸ ἐδάφιον ἐνεγράψαντο. τὸ δὲ ἑξῆς ἐστιν, ὥστεπάντα τὰ ἄλλα καθ' ὑποκειμένων τῶν πρώτων οὐσιῶν λέγεται. ἢ ἐν ὑποκειμέναις αὐταῖς ἐστιν.ὥστε μὴ οὐσῶν τῶν πρώτων οὐσιῶν, ἀδύνατον τῶν ἄλλων τί εἶναι. ἀλλ' ἐπὶ τὰ ἑξῆς ἰτέον.τῶν δὲ δευτέρων οὐσιῶν, μᾶλλν οὐσία τὸ εἶδος τοῦ γένους. ἕως το, ὡσαύτως δὲ καὶ ἐπὶ τῶνἄλλων. Επειδὴ τὸ εἶδος καὶ τὸ γένος, κοινῶς δευτέρας οὐσίας προσηγόρευσε, πάντως ἡν