Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

σῶμα καὶ τὸ ἀσώματον, καὶ τοῦ ζώου τὸ λογικὸν καὶ τὸ ἄλογόν, ἀλλ' οὐχὶ συστατικὰ, οὐδὲν γὰρὑπὸ τῶν ἀντικειμένων συνίσταται, δῆλον ὅτι προυπάρχει τῆς ἀντιθέσεως τὸ γένος.τί οὖν. οὐκ ἀνάγκη πᾶσαν οὐσίαν, ἢ σῶμα εἶναι ἢ ἀσώματον. καὶ πᾶνζωον, ἢθνητὸν ἢ ἀ-θάνατον. ἢ διττὸν τὸ ἀσώματον. τὸ μὲν, ὡς φύσις ὡρισμένη, καὶ ἀντικειμένη τῆ σωματική.τὸ δὲ, ὡς ἀποφάσεως αἰτία καὶ τῆς σηματικῆς καὶ τῆς ἀσωμάτου τῆς ἀντικειμένης αὐτῆ.οὕτως δὲ καὶ τὸ ἀθάνατον καὶ τὸ ἄλογον, διττὸν. διὸ καὶ εἰ ἀνάγκη τὸ ζῶον ἢ λογικὸν λέγεινἢ ἄλγον, ἄλογον μᾶλλν ῥητέον. ὡς κατὰ ἀπόφασιν, ἀλλ' οὐχὡς τῶ λογικῶ ἀντικείμενον. ὁ μέντοιβονθος, ταῦτα μὲν παρελκειν ἐνταῦθα τὰ ζητήματαβούλεται. μὴ γὰρ εἶναι περὶ τῆς νοητῆςοὐσίας τὴ λόγον. μᾶλον δὲ ἔδει φησὶ προσαπορεῖν, ὅτι ἐν ἄλλοις τν οὐσίαν διελόμενος εἰς τρεῖς,ἄλλως μντνυλην. ἄλλως δὲ τὸ εἶδος. ἄλλως δὲ τὸ συναμφότερον, οὐσίαν λέγεσθαι εἶπεν.ἐνταῦθα δὲ μίαν τίθεται κατηγορίαν τὴν οὐσίαν. τίνα οὖν ταύτην καὶ πῶς αὐτῆ τὰς τρεῖςὑποτάξει τὰς μὴ καθ' ἕνα λόγον λεγομένας. ἀπαντῶν δὲ πρὸς ταῦτα ὁ βοηθὸς, τὴν τῆςπρώτης οὐσίας λόγον καὶ τῆ ὕλη καὶ τῶ συνθέτω ἐφαρμόττειν φησὶν. ἑκατέρω γὰρ αὐτῶνὑπάρχει, τὸ μήτε καθ' ὑποκειμένου τινὸς λέγεσθαι, μήτε ἐν ὑποκειμένω τινι εἶναιοὐδέτερον γὰρ αὐτῶν ἐν ἄλλω ἐστιν. ἀλλὰ τὸ μὲν σύνθετον κᾶν μὴ ἐν ἄλλω ἐστιὶν, ἔχει τὸ εἶδοςτὸ ἐν αὐτῶ ἐν ἄλλω ὄντι τῆ ὕλη. ἡδεὕλη, οὐ δὲ ἔχει τί ὁ ἐν ἄλλω ἐστιν. κοινὸν οὐν τί ἔχουσικαὶ διάφορον. καθόσον ἡ μὲν ὕλη, τινός ἐστιν ὕλη καθὸ ὕλη, ὥσπερ καὶ ὑποκείμενον. ἡ δὲσύνθετος οὐσία, οὐκ ἔστι τινός. ἀλλ' οὕτω μένφησιν ὁ βονθὸς. ἡ ὕλη καὶ τὸ σύνθετον, ὑπά-χθήσονται τῆ τῆς οὐσίας κατηγορία. τὸ δὲ εἶδος, τῆς μὲν οὐσίας ἐκτὸς ἔσται. ὑφ' ἑέτρανδὲ πεσεῖται κατηγορίαν. ἤτοι τὴν ποιότητα. ἢ ποσότητα. ἡ ἄλλην τινὰ. ταῦτα δὲ λέ-γοντα τὴν βοηθὸν, σφαλλεσθαί φησιν ὁ πορφύριος. ὅτι τὸ ἀντιδιαιρεθέν τῆ ὕλη εἴδοςκαὶ οὐσία οἰηθὲν ὑπὸ ἀριστοτέλους, τοῦτο ποιότητα, καὶ ἄλλοτι τῶν συμβεβηκότων φησί. τὸγὰρ ποιητικὸν οὐσίας, οὐσιῶδες, καὶ διατοῦτο οὐσία. καὶ γὰρ τὸ σύνθετον κατὰ τὸ εἴδος μάλισταοὐσία. ὅλως δὲ ἡ ὕλη καὶ τὸ σύνθετον, οὐσίαι εἰσὶ. διό τι κοινὸν αὐταῖς τὸ μὴ ἐν ὑποκειμέ-νω εἶναι, οὐδὲ τὸ εἴδος ἐν ὑποκειμένω ἐστιν. οὐ γὰρ ὡς τὸ λευκὸν ὑπάρχει τῶ συνθέτω,οὕτω τὸ εἶδος τῆ ὕλη. ἐὰν γάρτι μετ' ἄλλου ἀπαρτίζη, ἔντι ὡς τὸ εἶδος μετὰ τῆς ὕληςτὸ σύνθετον, οὐκ ἔστι τὸ ἕτερον ἐν ὑποκειμένω τῶ ἑτέρω. ἐν ὑποκειμένω γὰρ ἦν, ὁ ἔν τινικαὶ τὰς ἄλλας τὰς ὡς μέροςμὴ ὡς μέρος ἣν. διὸ καὶ ὁ ἀριστοτέλης τὴν σύνθετον οὐσίαν ὁρισάτωναὐτῆς συμπαρέλαβε. προελθὼν γὰρ ἐπιδείξει, ὅτι τὰ μέρη τῶν οὐσιῶν, οὐσίαι. καὶ διὰτοῦτοἴσως, οὐδὲ ἐμνημόνευσε τῶν ἄλλων. καὶ τοιτων ἀρχύτου καὶ ἐκείνων μνημονεύσαντος.δυνατὸν δὲ τοῦ μὴ μνημονεῦσαι τοῦ εἴδους καὶ τῆς ὕλης αἰτιον λέγειν, καὶ τὸ τὴν τῶν κατηγο-ριῶν πραγματείαν, κατὰ τὴν πρόχειρον καὶ κοινὴν τοῦ λόγου χρήσιν ποιεῖσθαι. τὸ δὲ τῆς ὕληςκαὶ τοῦ εἴδους ὄνομα καὶ τὰ ὑπὸ τούτων σημαινόμενα, οὐκ ἦν τοῖς πολλοις συνήθη. ἀλλ' οἱμὲν, τὴν ὕλην. οἱ δὲ, τὸ εἶδος μᾶλον οὐσίαν λέγουσι. Πῶς οὖν φησιν ὁ πλωτῖνος, τὰ τρίαἐπισης λέγονται οὐσίαι. πρὸς ὁῥητέον. ὅτι πρῶτον μὲν ὁ κοινὸς χαρακτὴρ τῆς οὐσίαςὁμοίως ἐφαρμόττει τοῖς τρισὶ, τὸ μὴ ἐν ὑποκειμένω εἶναι. ἔπειτα, οὐδὲν θαυμαστὸν, εἰδιὰ τὸ ἔσχατον τῆς οἰκείας ὑποστάσεως, καὶ ἡ ὕλη καὶ τὰ ἔνυλα τοῦ μλον καὶ τοῦ ἥττον μετα-Α δ