εἰς εἴδη τὸ κατὰ τὸ γένος ἔχειν. διό τι ὁμοίως ἂν αὐτὸς διεῖλε τῶ ποιεῖν, καὶ τῶ πάσχειν, καὶτῶ κεῖσθαι. εἴδη γὰρ τοῦ ποιεῖν καὶ τοῦ πασχειν, εἰτυχοι, τὰ ὡς ἔμψυχα ἢ ὡς ἄψυχα-ποιοῦντα ἢ πάσχοντα. καὶ τούτων τὰ μὲν, κοινα. τὰ δὲ, ὡς ἀτομάτε καὶ καθ' ἕκαστα ποιήματα καὶ παθήματα. καὶ ἐπὶ τοῦ κεῖσθαι δέ φησιν ὁμοίως ἂν λέγοιτο. ἢ γὰρ ἔμψυχόντι κεῖ-ται, ἢ ἄψυχον. καὶ κατὰ τὰς εἰρημένας διαφορὰς. καὶ τὸ ἔχειν οὖν τὴν αὐτὸν τρόπον ἐκείνοις,ὡς γένος εἰς εἴδη διαιρεῖτο. ἣν διαίρεσιν φησν, οὔτε ἐπ' ἐκείνων, οὔτε ἐπὶ τούτου ἐποιήσατο τῶ μηδὲν ἔχειν περιττόν. ταῦτα τοῦ ἰαμβλίχου λέγοντος, θαυμάζωπῶς τῶν ἑτέ-ρων γενῶν καὶ μὴ ὑπ' ἄλληλατετα γμένων, τοῦτε ποιεῖνφημι, καὶ τοῦ πάσχειν, καὶ τοῦ κεῖ-σθαι, καὶ τοῦ ἔχειν, τὰς αὐτὰς εἶναίφησι διαφορὰς, καὶ τὰ αὐτὰ εἴδη. ὅλως γὰρ οὐτῶν γενῶν, ἀλλὰ τῶν μετεχόντων. καὶ οὐδὲ καθὸ μετέχουσιν ἐστὶν ἡ τοιαύτη διαίρεσις. ἅμεινονοὖν ἐν τοῖς περὶ τοῦ ὡς γένους ἔχειν διετάξατὸ αὐτὸς, οἰκείας αὐτοῦ διαφορὰς παραδοῦ-ναι ἐπιχειρήσας. ἐν οἷς ἔλεγε τῶν ἐχομένων τὰ μὲν, κόσμον παρέχεσθαι. τὰ δὲ, ἀμυντή-ριαεἶναι. τὰ δὲ, σκεπάσματα. καὶ ἡ περὶ ὅλον τὸ σῶμα ὡς ἰματίον, ἢ περὶ μέροςὡς ὑπόδημα, καὶ ὅσα ἄλλα τοιαῦτα ἐν ἐκείνοις φίν. καὶ ἡμεῖς ἐκ τῶν παρ' αὐτοῦ ῥηθέντωνδιαιρέσεις, ζη-συνηγάγομεν τὴν διαίρεσιν. ἀλλὰ τίνες μὲν αἱ κατ' εἴδη τῶν γενῶν τοῦ-τεῖν ἄξιον. τὰ δὲ ἐφεξῆς, τῶ ἰαμβλίχω παρὰ γραπτέον. μήποτε γάρφησι τὸ κατὰπλείους τρόπους λέγεσθαι τὸ ἔχειν, οὔσι τὸ πολλαχῶς καὶ ὁμωνύμως. πάντας γάρφη-σιν οὺς καταλέγει τρόπους, ὡς ὑπὸ γένος τὸ ἔχεινταττονται. ἀλλ' ἐπὶ τῆς ποιότητος εἶ-πεν. ἔστι δὲ ἡ ποιότης τῶν πολλαχῶς λεγομένων. οὐχ ὁ μώνυμον αὐτὴν λέγων. οὕτω καὶτοῦ ἔχειν ὡς γένους διαφορὰς τινὰς ἐκτίθεται ἔχει μὲν γὰρ καὶ τὸ ὁ ποῖον ἔχον, τὸ ποιόν. καὶτὸ ὁποσον, τὸ ποσόν. πλὴν διαφόρως καὶ οὐ κατὰ τὴν αὐτὸν τρόπον. ὁρῶν οὖν καὶ ἐν τῶ ἔχεινοὖσαν διαφορᾶν, οὐδὲ ταύτην ἀδιόριστον ἡ γήσατο δεῖν παρελθεῖν, ἅμα δεικνὺς καὶ ὅτιγένος ἐστὶν, εἴγε κατὰ πλειόνων καὶ διάφερον τον κατηγορεῖται. ἐδόκει γὰρ ἁπλοῦντι εἶναι.ὄν δὲ τοϊοῦτον, οὐκ ἄν ἦν γένος τοῦ ἔχοντος. οὔτε δὲ τὰ ἀσώματα παραληπτέον, οὔτε τὰμόρια. τὸ γὰρ λευκὸν καὶ τρίπηχυ καὶ πόδας ἔχον, ἕντι μετὰ τῶν ἐχομένων ἐστὶν. ἀλλ' οὔτε ὁὑἱος ἢ ὁ ἀγρὸς πρὸς τῶ ἀψύχω περικείμενος κρατεῖται. διὸ καὶ ἀρχύτας τὸ ἔχειν, κρά-χ λς ιτησιν τίνα τῶν ἐπικτητὴν. σιφη, ἐνοῖς περὶ τοῦ ὡςγένος ἀκριβολογεῖται. ἀλλ' ἐπειδη μέχρι καὶ ὁ θεῖος προῆλθεν ἰάμβλιχος, καὶ ἐγὼ καταπαύω τὴν λόγον εὐχόμενος τοῖς τῶν λόγωνἐφόροις, τούτων τε ἀκριβεστέραν ἐνδουναι κατανόησιν, καὶ ταύτην ἐφόδιόν μοι πρὸς τὰςὑψηλοτέρας θεωρίας χαρίσασθαι. καὶ σχολὴν παρασχεῖν, ἀπὸ τῶν ἐν τῶ βίω παρελκόντων.ΤελΟΣ-τΤὸ σιμπλικίου ὑπόμνῆμα εἰς τὰς δέκα κατηγορίας τοῦ ἀριστοτέλους ἐντυπωθέν,πέρας εἴληφεν ἤδη συνθεῶ ἐν ἐνετίαις. ἀναλώμασι μὲν, τοῦ εὐγενοῦς καὶ δοκίμου ἀνδρὸς,κυρίου λγικολάου βλαστοῦ τοῦ κρητός. πόνω δὲ καὶ δεξιότητι, ζαχαρίου καλλιέργουτοῦ κρητός. τῶν λογίων ἀνδρῶν χάριν, καὶ λόγων ἑλληνικῶν ἐφιεμεν. Ετει τῶ ἀπὸ τῆςχριστοῦ γεννήσεως, χιλιοστῶ, τετρακοσιοστῶ, ἐνενηκοστῶ ἐννάτω.Πυανεψιῶνος, πέμπτη φθίνοντος.-ἐλενές.ἰηε ξτ ΑΙλ Τ-μως είοεητιταα π
Einzelbild herunterladen
verfügbare Breiten