κατὰ τὴν ἐπὶ τὸ γένος ἀναφορᾶν, ἐπιστήμων γραμματικῆς, ἀλλ' οὐχ ἁπλῶς ἐπιστήμωνῥηθήσεται. ἔτι δὲ ἡ γραμματικὴ τοῦ ἔχοντος λέγεται. οὐκἣν δὲ οὕτως τὰ πρός τι. εἰοὖν τὸ μὲν πρός τι ἐν τοῖς γένεσι, τὸ δὲ ποιὸν ἐν τοῖς καθ' ἕκαστα, ἄλλως μὲν ἡ ἕξις ἔσταιἐν τοῖς πρός τι, ἄλλως δὲ ἐν τοῖς ποιοῖς κατὰ τὸ καθ' ἕκαστα. δείκνυσι δὲ ὅτι κατὰ τὰκαθ' ἕκαστα ποιὰ, γίνονται τὰ μετέχοντα ἀπὸ τοῦ ἔχειν ἡμᾶς τὰ καθ' ἕκαστα, ἄλλ' οὐτὰ καθόλου. καὶ ἀπὸ τοῦ λέγεσθαι ποιὰ τὰ μετέχοντα τὰ ἐν μέρει. ἕκαστος γὰρ ἀπὸ τῆςκαθ' ἕκαστὰ ποιότητος τῆς οἰκείας, λέγεται ποιὸς, καὶ οὐκ ἀπὸ τῆς καθόλε. ον γραμματικὸςμὲν, ἀπὸ γραμματικῆς. ἀρίσταρχος δὲ γραμματικὸς, ἀπὸ τῆς ἀριστάρχου γραμματικῆς, καὶ οὐκ ἀπὸ τῆς ζηνοδότου. ἐπεὶ οὖν ἀπὸ τῶν καθ' ἕκαστα ποιοὶ λέγονται, οὐκ ἄνεῖεντῶν πρός τι οἱ καθ' ἕκαστα. οὐ γὰρ λέγεται ἡ γραμματικὴ ἀριστάρχου ὡς πρόςτι, ἐπεὶ καὶἀντιστρέψει, καὶ ῥηθήσεται. ἀρίσταρχος, γραμματικῆς ἀρίστάρχος. ὅπερ ἄτοπον. δευτέ-ρὰν δὲ λύσιν ἐπάγει, ὅτι οὐδὲν κωλύει τὸ αὐτὸ ἐνδυσιν εἶναι κατηγορίαις, ὅταν μὴκατ' αὐτὸ, ἀλλὰ κατ' ἄλλο καὶ ἄλλο σημαινόμενον γίνηται ἡ ἀναφορά. ὁ γοῦν σηκράτης, ὑπὸπολλὰς ἀναχθήσεται κατηγορίας. ὡς μὲν ἀνθρωπος, ὑπὸ τὴν οὐσίαν. ὡς δετρίπηχυς εἰ τύχοι,ὑπὸ τὸ ποσόν. ὡς δὲ πατηρκαὶ ὡς υἱὸς, ὑπὸ τὰ πρός τι. ὡς δὲ φιλόσοφος, ὑπὸ τὸποιόν. οὕτως δὲ καὶ κατ' ἄλλα τῶν ὑπ' αυτῶ ὑπαρχόντων, καὶ εἰς τὰς ἄλλας ἀναχθήσεται κατηγορίας. τί οὖνάτοπον, εἰ καὶ ἡ ἕξις καὶ ἡ διάθεσις κατ' ἄλλότι καὶ ἄλλο, ὑπ' ἄλλην καὶ ἄλλην ἀνάγονται κατηγορίαν. ὡς γὰρ ὁ τόπος κατὰ μὲν τὸ διάστημα, ποσόν ἐστι. κατὰ δὲ τὸ περὰς εἶναι τοῦ περιέχοντος, πρός τι. οὕτω καὶ ἡ διάθεσις. κατὰ μὲν τὸ ἔχειν πῶς, ποιότης ἔσται. κατὰ δὲ τὸ τοῦ δι-ακειμέν ε λέγεσθαι, προστιῥηθήσεται. ὁ μέντοι ἀφροδισιεὺς ἀλέξανδρος, ἐπὶ μόνων τῶνπρός τι συμβαίνειν οἷἶεται τοῦτο τὸ τινὰ τῶν πρός τι, καὶ ὑπ' ἄλλην κατηγορίαν ἀνάγεσθαι.διότι τὴν ἀρχὴν τὸ πρός τι, οὐδὲ εἶχὲν οἰκεῖον ὑποκείμενον, ἀλλ' ἐπ' ἄλλης κατηγορίας τὸ εἶ-ναι εἶχεν. οὐ μὴν ἔστι γε ἀληθὲς τοῦτο. καὶ γὰρ ἐπὶ πασῶν τῶν κατηγοριῶν, τοῦτο θεωρεῖ-ται. ἐπεὶ γὰρ οὐχ ἕντί ἐστιν οὐδὲ ἁπλοῦν ἕκαστον τῶν λαμβανομένων, ἀλλ' ἐν συνθέτω φύσεισυντέτακται, οὐδὲν θαυμαστὸν εἰ ἕκαστον κατ' ἄλλο μέντι τῶν ἐν ἑαυτῶ, ὑφ' ἕτερόντιγένος ὑποτάττεται, κατ' ἄλλο δὲ ὑφ' ἕτερον. μὴποτε δὲ ἐπὶ μὲν τῶν σύνθετων οἱ τοῦ σωκράτους, τοῦτο καὶ ἀλέξανδρος συγχωρήσειεν. ἀναλυθέντος δὲ εἰς τὰ ἁπλᾶ καὶ ἄνευ συμ-πλοκῆς τοῦ συνθέτου, ἕκαστον ὑπομίαν κατηγορίαν ἀναχθήσεται. ὁ ἄνθρωπος. ὁ πατηρ.ὁτρίπηχυς. ὁ φιλόσοφος. ἴδιον δέ τι ἐπὶ τῶν πρός τι ἐνεῖδεν ὁ ἀλέξανδρος, τὸ πάντως συνἄλλη κατηγορία ὑφεστάναι. ὡς ὁ μὲν πατὴρ, μετὰ οὐσίας. τὸ δὲ μεῖζον, μετὰ ποσοῦ. ὁδὲ σιλόσοφος, μετὰ ποιοῦ. καὶ ὁ τύπτων, μετὰ τοῦ ποιεῖν. καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως.Αλλ' ἀπορήσει ἐν ἄντις ὡς οἶμαι, πῶς φη ὁ ἀριστοτέλης, τὰ μὲν γένη, πρός τι λέγεσθαι.τὰ δὲ καθ' ἕκαστα, ποιὰ εἶναι. δῆλον γὰρ ὅτι ἡ σπερ ἂν ἡ κατηγορίας τὸ γένος, τῆς αὐτῆς ἂνεἴη κατηγορίας καὶ τὰ ἐν τῶ γένει ἐκείνω καθ' ἕκαστα. εἰ γὰρ οὐσία τὸ γένος, καὶ αἱ ὑπὸ τὸ γένοςκαθ' ἕκαστα οὐσίαι. καὶ εἰποιότης τὸ γένος, καὶ τὰ καθ' ἕκαστα ποιότητες. τὸ γὰρ γένος οὐ μόνοντων εἰδῶν, ἀλλὰ καὶ τῶν ἀτόμων συνωνύμως κατηγορεῖται. πῶς οὖν τὸ μὲν γένος πρός τι εἶναιφηί. τὰ δὲ καθ' ἕκαστα μὴ εἶναι πρός τι, ἀλλὰ ποιότητας. ἔτι δὲ οἶμαι καὶ τοῦτο ἀπορίαςοι ὶ Ιτἄξιον, ποίας ἕξεις καὶ διαθέσεις ἐν τῶ εἴδει τῆς ποιότητος ἔθετο ὁ ἀριστοτέλης. εἰμγρίας
Einzelbild herunterladen
verfügbare Breiten