Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

τῶν ἐνύλων τυγχάνει ποτὲ τῆς ἑαυτοῦ τελειότητος, καλῶς ἔχει λέγειν ἐν πᾶσι τὸ μᾶλονκαὶ ἡττον ὑπάρχειν. εἰ δὲ τοῦτο ἄτοπον, ἔστι τί καὶ τὸ μάλιστα. καὶ οὕτως ἡμῖν καὶἡ πλωτίνου δόξα διωρθωθήσεται κατὰ τὸ ἔνύλον καὶ γέννητον εἰ λημμένη μόνον, ἀλ'λ' οὐ χὶ κατὰ τὸ τῆς ποιότητος ἰδίωμα. καθὸ τῆς οὐσίας καὶ τῆς ποιότητος διενήνοχέν.ὁδὲ ἰάμβλιχος ὑπαντῶν πρὸς τὴν πλωτίνου δόξαν, τὴν ὁμοίως μὲν τὰς ποιότητας,ὁμοίως δὲ τοὺς ποιοὺς μεταβάλλουσαν ἐν ταῖς ἐπιτάσεσικαὶ ἀνέσεσιν, ἀτοπὸν φηστὰς αὐτὰς τροπὰς ἀλλοιοῦσθαι τὸν λόγον, ἅσπερ καὶ τὸ σύνθετον. τί γὰρ διοίσει τῶν με-τεχόντων τὸ μετεχόμενον. καὶ ἅμα τὸ κοινὸν αὐτοῦ περὶ τῶν ἀσωμάτων ἀξίωμα,ὡς ἀπαθῆ τέ ἐστι καὶ ἄτρεπτα, ἀνατραπήσεται οὕτως. ταῦτα δὲ πρὸς τὸν πλωτῖνονεἰπὼν, τὴν ἀληθεστα τὴν ἐπάγει θεωρίαν τοῦ δόγματος. οὖσα γάρτις φησὶ τῶν λόγων ἀσώματος οὐσία, δίδωσιν ἑαυτὴν τοῖς δεχομένοις. καὶ ποιοῦσα τὸ ποιὸν παρὰ τῶσώματι, οὐδὲν ἡττον μένει καθ' ἑαυτὴν ἀσώματος ἐν τῶ σώματι, τὸ εἶναικαθ' ἑαυτὴνἔχουσα, καὶ τῆς ὑποστάσεως αὐτῶ μεταδιδοῦσα μετὰ τοῦ μη ἀπολλύναιτὴν οἰκεί-αν φύσιν. θεν δῆ ἔστι μὲν τὸ ἐπ' αὐτῆς ἀποτυπούμενον μόρφωμα, οἷον ἐπίτασινἐπιδέχεσθαι. ἔστι δὲ καὶ ἡ ἀσώματος οὐσία τῆς ποιότητος οἶα ἑστάναι ἐν τῶ αὐτῶ εἴδει.καὶ οὐ γίνεται διατοῦτο αὕλος, ἀλλ' ἔνυλος. οὐ μέντοι ὅλης τῆς ὕλης γίνεται. διό-τικαὶ ἑαυτῶν ἐστι τὰ εἴδη, καὶ κατὰ τὸ ἐν καὶ ταὐτον κυρίως ὥρισται. καὶ διατοῦτοοὐδὲ ἐν τῶ τῆς ὕλης γίνεσθαι ἀφίσταται πάντη τῆς ὅλης ἑαυτῶν φύσεως. μένον-τα δὲ ἐν αὐτῶ, τρόπον γέτινα ἀναπίμπλαται τῆς ἐναντίας πρὸς αὐτὴν ἐκστάσε-ως τε καὶ ἀὀριστίας. λοιπὴν δὲ τὴν τελευταίαν αἵρεσιν εὐθύνων ὁἰάμβλιχος, ἥτις τὰςμὲν νοητὰς ποιότητας, ἀνεπιτάτους ἡ γεῖται. τὰς δὲ ἐνύλους, ἐπιτάσεως μετέ-χειν καὶ ἀνέσεως, ἐκεῖνο τὸ τοῦ πορφυρίου φησίν. ὅτι πάντα τὰ νοητὰ, καὶ ἅπερ ὃντα οὐσίαι εἰσὶ. καὶ διὰ τοῦτο οὐκ ἐπιδέχονται τὸ μᾶλον καὶ τὸ ἡττον. ἀλλὰ δυνατὸνφησι πρὸς τοῦτο λέγειν, ὡς καὶ ἐν τοῖς νοητοῖς διασώζεται ἡ τάξις τοῦ λόγου τῆς ποιότητος, εἰ καὶ κατ' οὐσίαν ἐκεῖ πάντα ὑπάρχει. κατὰ γὰρ τοῦτον τὸν λόγον, περὶ τὴν οὐσί-αν ἡστάσις καὶ ἡ κίνησις θεωρεῖται, διασώζουσα ὡς ἐννοητοῖς τὸν λόγον τῆς ἐνυπαρχού-σης ἐν ἑτέρω καὶ περὶ ἕτερον ἐνεργείας. ἀλλ' ὅλως οὐ περὶ τῶν νοητῶν ἐστὶν ὁ προκεὶμενος λόγος. ταῦτα μὲν οὖν ἀρκούντως εἴρηται. θαυμαστῶς δὲ ὁ ἀρχύτας βραχεῖλόγω τὴν αἰτίαν τοῦήττον καὶ μᾶλον ἐνεδείξατο εἰπὼν. καὶ τῆ ποιότητι δὲ, κοινάτινασυνήρτηται. οἷον, τό, τε ἐναντιότητα ἐπιδέχεσθαι καὶ στέρησιν. καὶ τὸ μᾶλλονἡ δὲ καὶ ἡττον, ἐν τοῖς πάθεσι. διότι γὰρ ἀπειρίας τινὸς μετέχει τὰ πάθη, διὰ τοῦτοἡμετείληφε τινὸς ἀορίστου ἐπιτάσεως κατὰ τὸ μᾶλλον καὶ ἤττον. καὶ οὕτως κατὰ τὸνἑαυ τοῦ λόγον τὸποιὸν, τὸ μᾶλλον ἕξει καὶ τὸ ἡττον, καὶ οὐκ ἀπὸ τῶν μετέχόντων. καὶ γὰρ ἐντοῖς μετέχουσι θεωρουμένη ἐπίτασις καὶ ἄνεσις. νῦν μὲν λευκοῦ μόνουοντος εἰτύχοι,ὅταν δὲ ἐπικαυθῆ ὑπὸ τοῦ ἡλίου ἡττον γενομένου λευκοῦ, κᾶν κατ' ἐπιτηδειότητα,ἢ ἀνεπιτηδειότητα γένηται τοῦ μετέχοντος κατὰ σύμμιξιν τὴν μὴ τοιούτου, ἔχει ὅμωςκαὶ αὐτὴ ἐν τοῖς μετεχομένοις λόγοις τὴν ὑπεροχὴν. οὗτοι γὰρ διαφόρως ἐγγίνονται προηγη