καὶ ἐπὶ τῶν χρωμάτων οὖν, τροπαὶ μὲν γίνονται περὶ τὸ σύνθετον σῶμα. οἱ δὲ λόγοι εἰσὶνἑκάστων χρωμάτων ἐν τῆ φύσει. ὧν δόσις γίνται καὶ μετοχὴ, ἐν τῶ χροιᾶς μεταλαμ-βάνειντα σώματα. ἀλλὰ τί ποτέ ἐστι τὸ πάθος τοῦτο, ζητεῖν ἄξιον. λέγεται γὰρ πά-θος, ἢ τὸ ἀναιρετικὸν τῆς οὐσίας, ὡς ἡ σήψις σώματος φθορὰν ἐπάγουσα τῶ σηπομέ-νω, ἢ τὸ τούτω ἀντίθετον, τὸ συνέχον διὰ τῆς μεταβολῆς ἐν τῶ κατὰ φύσιν τὸ ὑπο-κείμενον, ὡς τὰς αἰσθήσεις τὰ κατ' αὐτὰς πάθη συνέχει ὡς αἰσθητικάς. ἄλλως δὲπάθος λέγεται, καὶ ἡ ἀπὸ τοῦ δυνάμει εἰς ἐνέργειαν μεταβολή. ὡς ὅταν ὁ κηρὸς εἰςπαντοῖα σχήματα πλαττόμενος, πάσχειν λέγηται. δυνατὸν δὲ τὰ πάθη καὶ κατὰτὰ εἴδη τῶν κινήσεων διαιρεῖν. ἢ γὰρ κατ' οὐσίαν γίνεται τὰ πάθη, ἢ κατὰ τὸ ποσόν.ἀλλ' οὔτε τὸ κατ' οὐσίαν, οὔτε τὸ κατὰ ποσὸν προσύκει τῶ νῦν ζητουμένω πάθει. ἀλλ' οὐδὲπαντο κατὰ ποιὸν, εἴπερἐν εἶδος ποιότητος ἀφώρισταὶ τοῦτο. ἀλλ' εἴπερ ἄρα ἐν τῶ γίνε-σθαι τὰ τοιαῦτα ἐστὶ παθη, καὶ ἐν τῶ μεταβάλλειν εἰς τὰς κατ' ἐνέργειαν παθητικὰςποιότητας. ἀφορμαὶ γάρεισι καὶ ονὑ ποκατασκευαὶ τῶν παθητικῶν ποιοτήτων. διὸ καὶἐν τῆ μετὰ τὰ φυσικὰ τὸπαθος διαιρούμενος, πάθος φησὶ λέγεται. ἕνα μὲν τρόπον, ἡ ποιότης,καθην ἀλλοιοῦσθαι ἐνδέχεται. οἷον, τὸ λευκὸν καὶ τὸ μέλαν. καὶ γλυκύ καὶ πικρόν. καὶ βαρύ-τῆς καὶ κουφότης. καὶ ὅσα ἄλλα τοιαῦτα. ἕνα δὲ αἱ τούτων ἐνέργειαι καὶ ἀλλοιώσεις. ἔτι δὲτούτων μᾶλον αἱ βλαβεραὶ ἀλλοιώσεις, καὶ κινήσεις. καὶ μάλιστα αἱ λυπηραιβλάβαι. τιτὰ μέγεθη τῶν συμφορῶν καὶ λυπηρῶν, πάθη λέγεται. ἐν γὰρ τούτοις ὀρθῶς τὴνἀλλοίωσιν, καὶ τὴν κατ' ἐνέργειαν ἀλλοίωσιν βλάβην τε καὶ κίνησιν, καὶ τὰ τοιαῦτα, ὡςκινήσεις ὑπήγαγεν ὑπὸ τὸ πάθος. καὶ ἐντεῦθεν δὲ καταφαίνεται, ὡς εἰκότωςοὐκ ἀπέκρινε τὰ πάθη τῶν ποιοτήτων. περὶ γὰρ τὴν ἀλλοίωσιν καὶ κίνησιν τῶν πα-θῶν ὑφίστανται αἱ παθητικαὶ ποιότητες. καὶ συμπληροῦνται καὶ εἰδοποιοῦνταιὑπ' αὐτῶν. τὸ δὲ ἀτελὲς καὶ ὡς ἐν ὕλης τάξει προκαταβεβλημένον καὶ συγγενὲς πρὸςποιότητας, ἀπὸ τῶν παθῶν θεωρεῖται. ἐπεὶ δὲ τὸ μόνιμον καὶ δυσκίνητον χαρα-κτηριστικὸν εἶναι δοκεῖ τῆς παθητικῆς ποιότητος καὶ διακριτικὸν αὐτῆς ἀπὸ τοῦπάθους, οὐχ οὕτως ἀκουστέον τοῦ μονίμου ὡς ἐπὶ τῆς ἕξεως. ἀλλ' ὡς πρὸς τὸ πάθοςδεῖ τὸ μόνιμον ἐννοεῖν. δεῖ γὰρ ὁπωσοῦν μένειν ἐκεῖνο τὸ νομιζομένον ποιόν. ἵνα ἡτεκαὶ λέγηται ὁπωσοῦν ποιὸν, οὐ τῶ μονίμω εἰδοποιούμενον ὥσπερ ἡ ἕξις, ἀλλὰ τῆ ἐντῶ πάθει διαμενούση ποιότητι. Επειδὴ δὲ τὰς παθητικὰς ποιότη τὰς εἴς τε ψυχὴνκαὶ σῶμα διεῖλε, δεῖ ζητεῖν, εἰ αἱ ἐκστάσεις καὶ ὀργαὶ καὶ τὰ τοιαῦτα, τῆς ψυχής ἐστινἰδια, ἢ κοινα. καὶ τοῦ ἔχοντος. εἰ τοίνυν ἀρέσκει αὐτῶ ἐν τῶ πρώτω περὶ ψυχῆς ἀπὸ τοῦσώματος ὡρμῆσθαι τὰ τοιαῦτα, ὥστε πολλάκις μὲν εὐκινήτους γίνεσθαι ἡμας πρὸςὀργην. καίτοι μικρῶν ὄντων τῶν παροξυνόντων. πολλάκις δὲ καίτοι μεγάλων ὄντωνμη κινῆσθαι, ὅταν μὴ ὀργὰ τὸ σῶμα, μὴ δὲ ἡ ἀφ' ἑαυτοῦ πρὸς τὸ πάθος ἠρεθισμένον.εἰ τοίνυν τοῦτο οὕτως ἔχοι, τῆς ψυχῆς εἶπε τὰ πάθη κατὰ τὸ ἐπικρατοῦν αὐτῆς καὶπλεονάζον ἐν τῶ συνθέτω ζώω. αἱ γὰρ πρὸς τὸ σῶμα συγγενεῖς τῆ ψυχὴ καταστάσεις, καὶαἱῥέπουσαι εἰς γένεσιν, καὶ μὴ κρατοῦσαι ἑαυτῶν, καὶ αἱ παραγόμεναι ὑπὸ τοῦ σώματος,Α β
Einzelbild herunterladen
verfügbare Breiten