Druckschrift 
In Aristotelis categorias commentarium, griech.
Entstehung
Einzelbild herunterladen
 

συμμετρία πρὸς τὰ σύμμετρα. καὶ ἡ ἀσυμμετρία, πρὸς τὰ ἀσύμμετρα. ὥστε καθόσονμὲν ποιότητες, ἐν αντίαι εἰσί. καθόσον δὲ μεσότητες, πρός τι. ὥστε οὐδὲ τοῦτο ἀπο-ρεῖν χρή. πῶς ἄλλης οὔσης ἀντιθέσεως τῶν πρός τι καὶ ἄλλης τῶν ἐναντίων, οὐ συγ-χυθησονται αἱ ἀντιθέσεις, εἴπερ ἔσται καὶ ἐν τοῖς πρός τι ἐναντία, οὐ καθὸ πρός τιἐστιν ἐν ἀντία, ἀλλ' ὡς αὐτός φησιν ἐν τοῖς πρός τι ἐστὶν ἐναντιότης. ἔχει γὰρ ἔνια τῶν ὑπο-κειμένων αὐτοῖς ἐναντιότητα καθὸ ποια, ἀλλ' οὐ καθὸ πρός τι. οὔτε γὰρ ἐναντία κά-θὸ ἐναντία πρός τι ἐστιν, οὔτε τὰ πρός τι εναντία. καὶ ὅλως πρός τιμέν εἰσι, καθὸἕξις. ἕξις δὲ ἕξει, οὐκ ἔστιν ἐναντία. ἀλλὰ τὸ ἐναντίον ἔχουσι καθὸ τοιαίδε ἕξεις. ταυτὸνδὲ εἰπεῖν καθὸ ποιότητες. ἐπισημαίνονται δὲ, ὅτι ἡ ἐπιστήμη, καὶ εἴδησις, καὶ γνῶ-σις. ἤτοι τῆ φωνημόνη διαφέρουσιν, ἢ εἴπερ εἴδησιν μὲν τὴν τῶν εἰδῶν θεωρητικὴνλέγομεν. γνῶσιν δὲ τὴν τῶν γενῶν. ἐπιστήμην δὲ, τὴν ἐπανεβεβηκυῖαν ταύτας, ἔσταιοὐ κατὰ φωνὴν μόνον, ἀλλὰ καὶ πραγματικὴ τίς τούτων διαφορά. ἄλλ' οὐδε μία σχέ-σις φαῖεν ἂν ἐπίτασιν καὶ ἄνεσιν ἐπιδέχεσθαι. Τὸ γὰρ πρὸς ἕτερον, ὁμοίως ἔχου-σιν, ἢ οὐ καθὸ σχέσις, ἢ πρός τι. ἀλλὰ καθὸ τοιάδε καὶ ποια, τὸ μᾶλλον καὶ ἡττον ἐπι-δέχονται. Αλλ' οὐκ ἐν τοῖς ποιοῖς μόνοις αὐτοῖς φασθεωρεῖται τὸ μᾶλλοντε καὶηττον, ἀλλὰ καὶ ἐν τοῖς ποσοῖς. ὥσπερ ἐν τῶ ἴσω τε καὶ ἀνίσω. καὶ μείζονι καὶ μικροτέ-ρω. ἡ καὶ αὗται ποσώδεις εἰσὶ ποιότητες. καὶ κατὰ τὴν ποιότητα γίνεται, ἐπιτα-σίς τε καὶ ἄνεσις. εἰ δέ τις τὸ διπλάσιον ἐπίτασιν καὶ ἄνεσιν ἐπιδέχεσθαι νομίζει, τῆαὐξήσει καὶ μειώσει, τῶν ἐν τῶ αὐτῶ λόγω ἀριθμῶν. ὥστε τὸ ἐν τοῖς διακοσίοις καὶ ἑκα-τὸν, μᾶλλον διπλάσιον νομίζειν τοῦ ἐν τοῖς τέτρασι καὶ δύο, ἀγνοεῖ οὗτος. ὅτι καὶ ἐν πλείο-σι καὶ ἐν ἐλάττοσιν ἀριθμοῖς, ὁ αὐτὸς θεωρεῖ ται λόγος. οὔτε ἐπίτασιν, οὔτε ἄνεσινἐπιδεχόμενος. Ιστέον δὲ ὅτι ὁ ἀρχύτας τούτων τῶν παρακολουθημάτων, τὸ μὲν τὰἐναντία ἐπιδέχεσθαι παρῆκε, καὶ τοικαὶ ἐπὶ τῆς οὐσίας καὶ ἐπὶ τῆς ποιότητος μνημο-νεύσας αὐτοῦ. καὶ γὰρ τὰ ποιότητι φησικοινα, συναρτητέον τό, τε ἐναντίότητατινκ ἐπιδέχεσθαι καὶ στέρησιν. τὸ δὲ μᾶλλον καὶ ἡττον, προσήλατο λέτων. καὶ τὸ πότωνἄλλο δὲ πῶς ἔχον, ἐπιδέχεται τὸ μᾶλλον καὶ ἡττον. μᾶλλον μὲν γάρ ἐστιν, ἡ μὲν μεῖ-ζοντινὸς καὶ μεῖον. πάλιν τῶ αὐτῶ τούτω, πλὴν οὐκ ἐπὶ πάντων τῶν ἄλλως πῶς ἐχον-ἥτων. οὐ γάρ ἐστι μᾶλλον πατέρα ἡμὲν, οὐδὲ ἡσσον. οὐδὲ μᾶν ἀδελφὸν, ἢ ὑἱόν. λέγωδὲ ταῦτα, ἐπιλογιζόμενος οὐκ ἐπὶ τὰς διαθεσίας ἀμφοτέρων τῶν ἠθέων πῶς ἔχοντιεὐνοίας ποτ' ἄλλως τοὶ συγγενέες, καὶ τοὶ ὁμάδελφοι, ἀλλ' ἐπ' αὐτὰν τὰν τὰς φύσιοςἔννοιαν. Διατίουν παρῆκε τὰ ἐναντία. ἢ ὅτι οὐ καθ' αὐτὸ ὑπήρχε τοῖς πρός τι, ἀλλὰκατὰ συμβεβηκός. διότι ἐν τοῖς ὑποκειμένοις. ἢὐλαβήθη οὖν, ἵνα μήτις εἰς ταὐτοσυγχέη τὰς μεσότητας, καὶ τὰ ὑποκείμενα αὐταῖς. καὶ ἤτοι ἀναιρεῖ τὰς μέσοτηταςμηδὲν ἄλλο παρὰ τὰ ὑποκείμενα ἀπολιπων. ἢ τὴν ἐκείνων σύνοδον ἀποφαίνηται αὐτὰςὑπάρχειν. καί τοι τὸ μέσον, ἕντι γένος ἐστι κοινὸν καὶ συνδετικὸν τῶν ἄκρων, ἕτερονἐκείνων ὑπάρχον, ἐν οἷς ἡ ἐναντίωσις θεωρεῖται, κατὰ τὸ ποιῶδες, ἀλλ' οὐ κατὰ σχέ-σιν αὐτῶν θεωρουμένη. τὰ μὲν οὖν ἐναντία, διατοῦτο παρῆκε. τὸ δὲ μᾶλλον καὶ ἡττον.β