ἀλλὰ τοιάδε εἴδη τὰ καθ' ἕκαστον ἀναιρεθείη. οὐδ ἂν τὸ κοινὸν εἴη. συμπληρωτικὴνγὰρ ἔχει τοῦτο τὴν φύσιν τῶν ἀτόμων οὐσιῶν. ἔτι δὲ τὰς κατηγορίας περὶ τῶν σημαντι-κῶν λέξεων εἶναι φαμέν. αἱ δὲ σημαντικαὶ λέξεις, ἐπὶ πρότερα τὰ ἀτομαφέρονται.τούτοις γὰρ πρώτοις κατὰ αἴσθησιν ἐν τυγχάνομεν. ἔπειτα δὲ μεταβαίνομεν ἐπὶ τὰ εἴδηκαὶ τὰ γένη ἀπὸ τῆς αἰσθήσεως, ἐπὶ νόησιν ποδηγούμενοι. ὅλως δὲ εἰ μὴ τὰ καθ' αὑ τὰεἴδη καὶ γένη, ἀλλὰ τὰ ἐν τοῖς ἀτόμοις κατὰ τὴν περιπατητικὴν συνήθειαν παραλαμβάνο-μὲν, πῶς οὐκ ἀνειη ταῦτα δεύτερα ἐν οὐσίας λόγω μέρη τῶν ἀτόμων ὄντα. καὶ κατὰτοῦ το ἔχοντα τὸ, οὐσίαι εἶναι. ὅτι μέρη οὐσιῶν εἰσὶν. ἐπεὶ ὡς μὴ καθ' ἑαυτὰς ὑφεστῶ-σαι, οὐδ' ἂν εἶεν ὅλως οὐσίαι. ὁ μέντοι γε ἀλέξανδρος, οὐκ ἄἂν ἀναγκασθείη τοῖς τοιού-τοις ἀπὸ λογισμοῦ. καὶ τῆ φύσει προτέρὰς βουλόμενος εἶναι τὰς ἀτόμους οὐσίας τῶν κοι-νῶν. μὴ οὐσῶν γὰρ τῶν ἀτόμων, οὐδὲν εἶναι δύναταίφησι τῶν ἄλλων. οὐχ ὑγιῶς τοῦτονομίζων. κᾶν γὰρ συντοῖς ἀτόμοις ἔχη τὸ εἶναι ἡ κοινὴ οὐσία, ἀλλὰ καθ' ἑαυτὴν οὖσα, σύν-τελεῖ εἰς τὴν οὐσίαν τῶν ὑποκειμένων. ἄμεινον δὲ λέγειν ὡς τὸ καθολου καθ' ἑαυτὸ τὴν κυρι-ωτάτην οὐσίαν ἔχον, μεταδίδωσι καὶ τοῖς καθ' ἕκαστα ἑαυτοῦ. καὶ οὕτως κυριώτερόν-ἐστι τῶν ἀτόμων, κατὰ τὴν τῆς φύσεως λόγον. Αλλὰ κοινόν φησιν οὐδὲν εἶναι δύναταιχω-ρὶς ἀτόμου. ἅτομον δέ ἐστι χωρὶς κοίνου, οἱο ήλιος. καὶ ἡ σελήνη. καὶ ὁ κόσμος. προσορη-τέον. ὡς δι' ἄλλην συντυχίαν τοῦτο γέγονε, τὸ ἅπαξδέξασθαι τούτων ἕκαστον, τὴνλην. τὸ εἴἶδος. ἔστι μέντοι οὕτως παρεσκευασμένον ὁ λόγος. ὥστε εἰ καὶ πολλοὶ πεφυκότεςῆσαν αὐτὸν δέχεσθαι, δύναται ἑαυτὸν διδόναι εἰς τὸ πλῆθος. εἰσὶ δὲ ὅλως οὐσίαι αἱ δεύτεραι κᾶν μι καθ' ἑαυτὰς ὑφεστήκασιν. ἐπειδὴ μόναι τῶν κατηγορουμένων τὴν οὐσίαν δη-λοῦσιν. αἱ μὲν γὰρ ἀπὸ τῶν συμβεβηκότων πᾶσαι κατηγορίαι, ἀλλότριαί εἰσι τῆς οὐσιώδουςσημασίας. οὐτο τί ἕκαστον δηλοῦσαι, ἀλλὰ τὸ συμβεβηκός. αὗται δὲ καθ' ὑποκειμένων τῶν, τὴν οὐσίαν τῶν ὑποκειμένων σημαίνουσι. τὴν γὰρ σωκράτηνπρώτων οὐσιῶν λεγομενεἰ ἀποδιδῶτις τί ἐστι, τὸ μὲν εἶδος καὶ τὸ γένος ἀποδιδοὺς, οἷον ἄνον, ἢ ζῶον εἰπὼν, οἰκειότερονἀποδώσει καὶ γνωριμώτερον ποιήσει. τῶν δὲ ἄλλων ἐννέα κατηγοριῶν ἀποδιδοὺς τί,οἷον λευκὸν ἢ τρίπηχυ, ἀλλο τρώτερον ἀποδίδωσιν. ἅτε ἀπὸ συμβεβηκότος, καὶ οὐτὸἰος ειτί ἐστι δηλοῦντος, ποιούμενος τὴν ἀπόδοσιν. καὶ ἄλλως δὲ, ὅμοιαί εἰσι ταῖς πρώταις οὐσίαιςαἱ δεύτεραι. ὡς γὰρ ἐκεῖναι πᾶσι τοῖς ἄλλοις ὑπόκεινται, οὕτως αἱ δεύτεραι πρὸς τὰἄλλα πάντα ἔχουσι. κατ' αὐτῶν γὰρ λέγονται παρωνύμως. οἷον γραμματικὸς, οὐ μόνον ὁτίς ἄνθρωπος, ἀλλὰ καὶ ὁ ἄνος. ἢ ὁμωνύμως. οἷον, τὸ λευκόν. οὐ γὰρ τὸ λευκὸν μόνονσῶμα, ἀλλὰ καὶ τὸ σῶμα ἁπλῶς οὕτως ἐπικαλεῖται. διὰ ταῦτα οὖν οὐκ ἀποτρόπουκαὶ αὗται οὐσίαι, ἀλλὰ δεύτεραι οὐσίαι προσηγοπεύθησαν. φανερὸν δὲ ἐκ τῶν εἰρημένων,ὅτι τῶν καθ' ὑποκειμένου λεγομένων. ἕως τοῦ, τὸν δὲ λόγον ἀδύνατον. Ουυμαστον πῶς ἐκ τῶνεἰρημένων φανερὰ λέγει γίνεσθαι τὰ νῦν παραγραφέντα. πῶς γὰρ εἰ δεύτεραι οὐσίαιτὰ εἴδη καὶ τὰ γένη, ἐκ τούτου φανερόν. τὸ τὰ μὲν καθ' ὑποκειμένου, συνωνύμωςκατηγορεῖσθαι. τὰ δὲ ἐν ὑποκειμένω, ὁμωνύμως. τίνα δὲ καὶ χρείαν ταῦτα τοῖς ννηλεγομένοις παρέχεται. ἄρα οὖν μὴ ἐπὶ τὰ πρὸ τούτων ἀναφέρσι τὸν λόγον ἐν οἷς ἐλεγεν,
Einzelbild herunterladen
verfügbare Breiten